Severianus of Damascus) - urn:cts:greekLit:lagl0739.suda001| sigma | 180 | [ | Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ, τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγόμενος προγόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχὼν πρὸς τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμήσας ὄνειρον ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος, ἀλλ’ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερέχοντας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια εἶναι ἐξίστασθαι. δικάζων δὲ πικρότατος ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης αὐτῷ τοῦ βίου κακοπραγίας. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυναμένου, στρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριος. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, τοὺς μείζους καὶ πολιτικωτέρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον τρόπον· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδοκιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν, προσήκουσαν ἑταίρῳ ἑστίασιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτι οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βασιλεύς, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλ’ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης δι’ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: