Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Severianus Damascenus (Severianus of Damascus) - urn:cts:greekLit:lagl0739

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:lagl0739.suda001

nu 477[ Νόμος καὶ Ἰαννουάριος ἐπιεικίᾳ καὶ δικαιοσύνῃ τῶν πολιτῶν ὑπερφέροντες, οἶμαι, καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀνθρώπων τῶν γε νῦν ζώντων καὶ ἐν πράγμασι πολιτικοῖς ἀναστρεφομένων, ἐπῃνοῦντο καὶ ἠγαπῶντο πρός τε ἀστῶν καὶ ξένων· τῇ τε γὰρ πατρίδι χρησιμώτατοι γεγόνασι καὶ δεξιώτατοι πρὸς τοὺς ξένους. ἑλόμενοι τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἐλαττοῦσθαι μᾶλλον ᾑροῦντο τὰ οἰκεῖα ἢ πλέον τι ἔχειν ἀπὸ τῶν ἀλλοτρίων. κοινὰ μὲν οὖν ταῦτα αὐτοῖς· ἰδίᾳ δὲ ὁ μὲν Νόμος εὐφυέστερος ἦν καὶ φιλομαθέστερος ἐν λόγοις, τοῖς τε φιλοσοφίας ἀπογεύεσθαι βουλομένοις καὶ ὅσοι προπαιδεύουσι τοὺς νέους. ἦν δὲ καὶ κριτικώτατος τῶν καθ’ ἡμᾶς ἐλλογίμων ἀνδρῶν, ποιημάτων τε πάντων καὶ συγγραμμάτων τῆς λογογραφικῆς ἀρετῆς καὶ κακίας. ὡς γοῦν φάναι τὸ ὅλον, οὔτε Σεβηριανὸν οὔτε Ἀγάπιον τὸν φιλόσοφον εἴποιμι ἂν γενέσθαι τοιούσδε περὶ λόγων κρίσιν. ὁ δὲ Ἰαννουάριος ἐμπειροπράγμων ἦν καὶ φρόνιμος ἐν τοῖς πολιτικοῖς ἐπὶ πλέον ἢ ὁ ἀδελφὸς αὐτοῦ Νόμος, ἔτι δὲ σωφρονέστερος καὶ τὰ ἄλλα μᾶλλον τεταγμένος. ]
sigma 180[ Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ, τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγόμενος προγόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχὼν πρὸς τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμήσας ὄνειρον ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος, ἀλλ’ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερέχοντας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια εἶναι ἐξίστασθαι. δικάζων δὲ πικρότατος ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης αὐτῷ τοῦ βίου κακοπραγίας. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυναμένου, στρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριος. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, τοὺς μείζους καὶ πολιτικωτέρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον τρόπον· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδοκιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν, προσήκουσαν ἑταίρῳ ἑστίασιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτι οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βασιλεύς, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλ’ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης δι’ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς. ]
upsilon 166[ Ὑπατία· ἡ Θέωνος τοῦ γεωμέτρου θυγάτηρ, τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος καὶ πολλοῖς γνώριμος· γυνὴ Ἰσιδώρου τοῦ φιλοσόφου. ἤκμασεν ἐπὶ τῆς βασιλείας Ἀρκαδίου. ἔγραψεν ὑπόμνημα εἰς Διόφαντον [+], τὸν ἀστρονομικὸν Κανόνα, εἰς τὰ Κωνικὰ Ἀπολλωνίου [+] ὑπόμνημα. αὕτη διεσπάσθη παρὰ τῶν Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλην τὴν πόλιν διεσπάρη. τοῦτο δὲ πέπονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν· ὡς μέν τινες ὑπὸ Κυρίλλου, ὡς δέ τινες διὰ τὸ ἔμφυτον τῶν Ἀλεξανδρέων θράσος καὶ στασιῶδες. πολλοῖς γὰρ καὶ τῶν κατ’ αὐτοὺς ἐπισκόπων τοῦτο ἐποίησαν· τὸν Γεώργιον σκόπει καὶ τὸν Προτέριον. Περὶ Ὑπατίας τῆς φιλοσόφου. ἀπόδειξις, ὡς στασιώδεις οἱ Ἀλεξανδρεῖς. αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς, περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεος ποιουμένη τὰς προόδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἠδὴ παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, τούτου μέντοι, φάναι, ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός, τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχοντες ἀεὶ προχειριζόμενοι τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων, τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε θεῶν ὄπιν εἰδότες οὔτ’ ἀνθρώπων νέμεσιν ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστρεψάμενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ, εἰ μὴ Αἰδέσιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν· ὅτε καὶ τοιούτου ἐπικρεμαμένου δέους, ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων. ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους ἄνευ τε μέτρου· τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων. ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων· μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης. ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License