Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Gnaeus Pompeius Magnus (Pompey) - urn:cts:latinLit:stoa0233b

Place of birth (Wikidata Statement)

Regio V Picenum (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Pelusium (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

pi 2024[ Πομπήϊος· ὅτι ΠομπήϊοςΜέγας ἐπικληθείς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτομαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθείς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. ὁ δὲ Πομπήϊος ἐπὶ Τιγράνην ἄγει τὴν στρατιάν. ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐ λυσιτελὲς ἡγησάμενος, ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήϊον καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελῶν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήϊος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποδίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν, ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην φεύγειν ἠνάγκασε καὶ τὴν μικρὰν Ἀρμενίαν Δηϊοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου, Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. ἐφ’ οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο καὶ Ἰουδαίους τρίτῳ μηνὶ παρεστήσατο. ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀναθημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν· Ὑρκανὸν γὰρ ἐς τὴν Ῥωμαίων ἐξέπεμψε δέσμιον. ]
pi 2025[ Πομπήϊος, Ῥωμαίων στρατηγός· περὶ οὗ φασιν ὅτι μετὰ τὰς σπονδὰς δειπνεῖν τὸν Καίσαρα καὶ Ἀντώνιον παρὰ Πομπηΐῳ τῷ παιδὶ Πομπηΐου ἐν τῇ στρατηγίδι νηῒ παρασκευασαμένῳ τὸ δεῖπνον· τοῦτον γὰρ ἔφη μόνον αὐτῷ καταλελεῖφθαι πατρῷον οἶκον. ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης, Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα καὶ τότε προσελθεῖν αὐτῷ ἡσυχῆ καί, βούλει, φάναι, τὰς ἀγκύρας τῆς νηὸς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον; τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι· ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. νῦν δέ, ( οὐ πρὸς ἡμῶν γὰρ ἐπιορκεῖν) τὰ παρόντα στέργωμεν. ]
pi 2165[ Πωλίων, ὁ Ἀσίνιος χρηματίσας, Τραλλιανός, σοφιστὴς καὶ φιλόσοφος· σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ διαδεξάμενος τὴν σχολὴν Τιμαγένους. ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου [+] Ἀτθίδος, Ἀπομνημονεύματα Μουσωνίου [+] τοῦ φιλοσόφου, ἐπιτομὴν τῶν Διοφάνους [+] Γεωργικῶν ἐν βιβλίοις βʹ, πρὸς Ἀριστοτέλην [+] περὶ ζῴων βιβλία ιʹ, περὶ τοῦ ἐμφυλίου τῆς Ῥώμης πολέμου, ὃν ἐπολέμησαν Καῖσάρ τε καὶ Πομπήϊος. ]
pi 2705[ Προσθέσθαι· συμπολεμῆσαι. καὶ Πομπηΐῳ τῷ μεγάλῳ προσθέσθαι οὐ κατὰ δέος τὸ Ῥωμαίων, ἀλλὰ κατ’ εὐνοίαν τὴν ἐς βασιλέα τε καὶ αὐτοὺς Ῥωμαίους. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License