Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Septem Sapientes (Seven Sages of Greece) - urn:cts:greekLit:tlg1667

beta 270[ Βίαντος Πριηνέως δίκη: οὗτος εἰς τῶν ἑπτὰ σοφῶν. λέγεται δὲ εἰς τὰς δίκας δεινότατος γεγονέναι εἰπεῖν· ἐπ’ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρείσσων. ]
epsilon 2471[ Ἐπιμενίδης, Φαίστου ἢ Δοσιάδου ἢ Ἀγιασάρχου υἱός, καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ, ἐποποιός· οὗ λόγος, ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν, καὶ πάλιν εἰσῄει ἐν τῷ σώματι· τελευτήσαντος δὲ αὐτοῦ, πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον. γέγονε δὲ ἐπὶ τῆς λʹ ὀλυμπιάδος, ὡς προτερεύειν καὶ τῶν ζʹ κληθέντων σοφῶν ἢ καὶ ἐπ’ αὐτοῖς γενέσθαι. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδʹ ὀλυμπιάδα, γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς· καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν. οὗτος ἔζησεν ρνʹ ἔτη, τὰ δὲ ϟʹ ἐκαθεύδησεν. καὶ παροιμία τὸ Ἐπιμενίδειον δέρμα, ἐπὶ τῶν ἀποθέτων. ]
kappa 1719[ Κλεόβουλος, Εὐαγόρου, Λίνδιος, εἷς τῶν ἑπτὰ ὀνομαζομένων σοφῶν, ῥώμῃ καὶ κάλλει διαφέρων τῶν κατ’ αὐτόν, μετέσχε τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. ἐγένετο δὲ αὐτῷ θυγάτηρ Κλεοβουλίνη, ἑξαμέτρων αἰνιγμάτων ποιήτρια. οὗτος ἔγραψεν ᾄσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν. ἔλεγέ τε, τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. εὐτυχῶν μὴ ἔσο ὑπερήφανος, ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν. ἐτελεύτησε δὲ γηραιὸς ἔτη βιοὺς οʹ. ἀπεφήνατο· πάντων μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω· πολλοὶ μέν τινές εἰσιν ἑταῖροι, καὶ οἶκος πάντη· φαμὶ δ’ ἐγὼ ποτνιωτάταν ἔσεσθαι Σόλωνι τὰν Λίνδον. δαμοκρατεῖν μὲν οὖν, καὶ ἁ νᾶσος πελαγία. ]
lambda 139[ Λάσος, Χαρβίνου, Ἑρμιονεύς, πόλεως τῆς Ἀχαΐας, γεγονὼς κατὰ τὴν νηʹ Ὀλυμπιάδα, ὅτε Δαρεῖος ὁ Ὑστάσπου. τινὲς δὲ τοῦτον συναριθμοῦσι τοῖς ζʹ σοφοῖς, ἀντὶ Περιάνδρου. πρῶτος δὲ οὗτος περὶ μουσικῆς λόγον ἔγραψε καὶ διθύραμβον εἰς ἀγῶνα εἰσήγαγε καὶ τοὺς ἐριστικοὺς εἰσηγήσατο λόγους. ]
mu 116[ Μᾶλλον ὁ Φρύξ· ἡ παροιμία ἐνθένδε· οἱ ζʹ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργούς· δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσι· Σόλων δέ, οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ ΑἴσωποςΦρύξ, ὁ λογοποιός, τοσοῦτον, εἶπεν, ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν. ἀκούσας δὲ Κροῖσος εἶπε, μᾶλλον ὁ Φρύξ. ]
mu 1077[ Μίμνερμος, Λιγυρτυάδου, ΚολοφώνιοςΣμυρναῖοςἈστυπαλαιεύς, ἐλεγειοποιός. γέγονε δ’ ἐπὶ τῆς λζʹ ὀλυμπιάδος, ὡς προτερεύειν τῶν ζʹ σοφῶν· τινὲς δὲ αὐτοῖς καὶ συγχρονεῖν λέγουσιν. ἐκαλεῖτο δὲ καὶ Λιγυαστάδης διὰ τὸ ἐμμελὲς καὶ λιγύ. ἔγραψε βιβλία ταῦτα πολλά. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License