Jamblichus) - urn:cts:greekLit:tlg1441Syria (Wikidata)
writer (Wikidata)
| alpha | 68 | [ | Ἄβρα: οὔτε ἁπλῶς θεράπαινα οὔτε ἡ εὔμορφος θεράπαινα λέγεται, ἀλλ’ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ· μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν. τρέφει δὲ παλλακή τις τοῦ πατρὸς αὐτὰς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. Σικυωνίῳ· καὶ ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην, ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφειν δὲ χωρὶς, ὡς ἐλευθέρᾳ πρέπει. Ἀπίστῳ· ὤμην εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἄβραν ἔσεσθαι. Ἰάμβλιχος· ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ σπάνιόν τι τὸ τῆς οἰκουροῦ φυλαττούσης καὶ ἄβρας τινὸς ἄλλης συμπαρούσης, ἀναπείθει τὴν κόρην λαθοῦσαν τοὺς γονεῖς ἀποδρᾶναι. | ] |
| alpha | 916 | [ | Ἀκόλαστος: κολάσεως ἄξιος. Ἀριστοφάνης Πλούτῳ· ὃς κἄλλ’ ἀκόλαστός ἐστι τοὺ τρόπους. λέγεται καὶ ὁ τολμηρός. καὶ Ἰάμβλιχος· ἡ δὲ ἐγέλα νῦν μὲν ἰταμόν τε καὶ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. καὶ Αἰλιανός· ἀνὴρ Ἀρκὰς, Εὐτελίδας ὄνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν· ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας. | ] |
| alpha | 1825 | [ | Ἀναγκαία τράπεζα: ἡ εὐτελὴς καὶ πενιχρά. καὶ Σοφοκλῆς φησίν· ὦ δέσποτ’ Αἶαν, τῆς ἀναγκαίας τύχης οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν. διπλῶς φησι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡς εἰ εἴποιμεν, ἀναγκαίως τὸ πῦρ ξανθὸν καὶ τὸ γάλα λευκόν, ποτέ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου, ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φήσι, τουτέστι τῆς δυστυχίας· καὶ Ἰάμβλιχος· τὴν δὲ ἅλυσιν, οὐ γάρ ἐστιν ἡμῖν ἀναγκαία, προσέπεμψά σοι. | ] |
| alpha | 3681 | [ | Ἀπραγμόνως: ἐλευθέρως, ἄνευ τινὸς ἐξετάσεως. Ἰάμβλιχος· εἶτα ἐάσατε οὕτως ἀπραγμόνως ἀποθανεῖν. | ] |
| delta | 600 | [ | Διακωδωνίσω· οἷον δοκιμάσω· Ἀριστοφάνης. διότι τινὰ τῶν ὀρνέων δοκιμάζεται τῷ τοῦ κώδωνος ψόφῳ. καὶ τοὺς ἵππους οὕτως ἐδοκίμαζον κώδωσιν, εἰ ψοφοδεεῖς εἶεν. ἢ ἀπὸ τῶν ὀρτύγων· οἱ γὰρ ὑπομένοντες τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχουσι πρὸς μάχην. τινὲς δὲ ἀπὸ τῶν ἀγγείων τῶν σαθρῶν, ἐπεὶ οὕτως δοκιμάζουσι διακρούοντες. τινὲς δὲ ἀπὸ τῶν φυλάκων. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων. τὰ δ’ ἄλλα ἐσχεδίασται. τὸ δὲ τοὺς φύλακας ἐγρηγορέναι κώδωσι διεσήμαινον, ὅπως ἀντιφθέγγωνται. καὶ Ἰάμβλιχος· ἐπειδὴ διακωδωνίζων ἕκαστον τῶν ποιμένων οὐχ οἷός τε ἦν ἀκοῦσαι καὶ μαθεῖν, οἵτινες ἦσαν οἱ παῖδες. | ] |
| epsilon | 1007 | [ | Ἐμπεδότιμος· οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως· περὶ οὗ λέγει ὁ Παραβάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. | ] |
| zeta | 58 | [ | Ζηλοτυπία· ζῆλος ἐξ ὑπονοίας, τοῦ ἀνδρὸς κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. Ἰάμβλιχος· ἡ δὲ μεστὴ μὲν ἦν καὶ τῆς ἔμπροσθεν ζηλοτυπίας, προσείληφε δὲ καὶ τὴν ἀπὸ τῆς πράξεως εὐτολμίαν. ὡς οὖν ἐλάβετο τῆς ὁδοῦ, ὁ μὲν πρῶτος ἀγών, ἔφη, διηγώνισται· ἐχώμεθα δὲ καὶ τοῦ δευτέρου. καὶ γὰρ ἐν καιρῷ γεγυμνάσμεθα. καὶ Πολύβιος λέγει· τοῖς γὰρ πλείστοις ὑπερεγεγόνει τὶς ζῆλος ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας· ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως. καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμὸς ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν· ὅπλων δὲ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον. | ] |
| eta | 88 | [ | Ἤδη· ἀντὶ τοῦ λοιπόν, ταχέως. Ἀριστοφάνης Νεφέλαις· φεύγοις ἂν ἤδη τοὺς πονηρούς. καὶ Ἰάμβλιχος· ἤδη γὰρ ἐλεῶ σε, ὅτι τὰ αὐτά σοι δυστυχῶ. ἀντὶ τοῦ ἐγγὺς τοῦ παρόντος. καὶ αὖθις· εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ, καὶ αὐτὸς ξυνομολογῶ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν ξυνάψαι Ῥωμαίοις. περὶ Πυθαγόρου· ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας· εἶθ’ ὅταν δόμοις ἔλθωσι πάλιν, ἐκτετίμηνται πλέον. ὡς Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα, ὡς ἄρα τεθνηκὼς εἴη. καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθ’ ᾅδου τινὰ ἐτερατεύετο, διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων, οἷς ἐν ᾅδου συντετυχηκέναι ἔλεγεν. ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν, ὡς πρὸ μὲν τῶν Τρωϊκῶν Αἰθαλίδης ὢν ὁ Ἑρμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος Σάμιος, εἶτα Πύθιος Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας. | ] |
| eta | 174 | [ | Ἥκιστα· οὐδαμῶς, οὐχ ἧττον. καὶ Λιβάνιός φησιν· εἴ τινα ἄλλον τρόπον, ὃν ἥκιστα ὤφθη μετελθὼν ὁ ἐπὶ τῇ φιάλῃ ἔμπορος. ἥκιστα δ’ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ ποτέ. ὁ δὲ Δομετιανὸς ὕπατον αὐτὸν ἀποφήνας ὡς ἥκιστα ἐπιφανῆ πιστεύει τὴν στρατιὰν πρὸς Κελτούς. καὶ αὖθις· τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν. Ξενοφάνης ἔφη· τοῖς τυράννοις ἐντυγχάνειν ὡς ἥκιστα ἢ ὡς ἥδιστα. καὶ αὖθις· ἥκιστα μελῆσαν αὐτοῖς τῆς ἀληθείας. ἀντὶ τοῦ οὐδαμῶς. Ἰάμβλιχος· ἀνὴρ ἐπιστάμενος ἥκιστα ψεύδεσθαι, φίλος δὲ εἴπερ τις ἄλλος ἀληθείᾳ. καὶ αὖθις· ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ἑαυτὴν διέφθειρε. καὶ αὖθις· τὸ δαιμόνιον πάντα ἐφορᾷ καὶ ἥκιστα βούλεται ταῖς τιμωρίαις ἀπαραιτήτους τε καὶ ἀμειλίκτους εἶναι. Οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ πάνυ, μάλιστα. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: