Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Crates (Crates of Mallus)

Grammaticus

urn:cts:greekLit:tlg1290

alpha 1129[ Ἀλέξανδρος Μιλήσιος· ὃς Πολυΐστωρ ἐπεκλήθη καὶ Κορνήλιος, διότι Κορνηλίῳ Λεντούλῳ αἰχμαλωτισθεὶς ἐπράθη καὶ αὐτῷ παιδαγωγὸς ἐγένετο, εἶτα ἠλευθερώθη. ἦν δὲ ἐν Ῥώμῃ ἐπὶ τῶν Σύλλα χρόνων καὶ ἐπὶ τάδε. ἀνῃρέθη δὲ ἐν Λαυρενταῖς ὑπὸ πυρὸς τῆς οἰκίας φθαρείσης· καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦσα τὸ συμβὰν ἀπήγξατο. ἦν δὲ γραμματικὸς τῶν Κράτητος μαθητῶν. οὗτος συνέγραψε βίβλους ἀριθμοῦ κρείττους. καὶ Περὶ Ῥώμης βιβλία εʹ. ἐν τούτοις λέγει, ὡς γυνὴ γέγονεν Ἐβραία Μωσώ, ἧς ἐστι σύγγραμμα ὁ παῤ Ἐβραίοις νόμος. ]
alpha 1289[ Ἀλκμάν· Λάκων ἀπὸ Μεσσόας· κατὰ δὲ τὸν Κράτητα πταίοντα Λυδὸς ἐκ Σάρδεων· λυρικὸς, υἱὸς Δάμαντος ἢ Τιτάρου. ἦν δὲ ἐπὶ τῆς κζʹ Ὀλυμπιάδος, βασιλεύοντος Λυδῶν Ἄρδυος, τοῦ Ἀλυάττου πατρός· καὶ ὢν ἐρωτικὸς πάνυ εὑρετὴς γέγονε τῶν ἐρωτικῶν μελῶν. ἀπὸ οἰκετῶν δέ· ἔγραψε βιβλία ἓξ, μέλη καὶ Κολυμβώσας. πρῶτος δὲ εἰσήγαγε τὸ μὴ ἑξαμέτροις μελῳδεῖν. κέχρηται δὲ Δωρίδι διαλέκτῳ, καθάπερ Λακεδαιμόνιοι. ἔστι δὲ καὶ ἕτερος Ἀλκμὰν, εἷς τῶν λυρικῶν, ὃν ἤνεγκεν ἡ Μεσσήνη. καὶ τὸ πληθυντικὸν Ἀλκμᾶνες. ]
alpha 3892[ Ἀρίσταρχος, Ἀλεξανδρεὺς θέσει, τῇ δὲ φύσει Σαμοθρᾲξ, πατρὸς Ἀριστάρχου. γέγονε δὲ κατὰ τὴν ρνϛʹ Ὁλυμπιάδα, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτορος, οὐ καὶ τὸν υἱὸν ἐπαίδευσε. λέγεται δὲ γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴς δὲ γέγονεν Ἀριστοφάνους τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖστα διημιλλήσατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺς μʹ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆς, νόσῳ τῇ ὕδρωπι ληφθείς. ἔτη δὲ αὐτοῦ τῆς ζωῆς οβʹ. καὶ παῖδας μὲν κατέλιπεν Ἀρίσταρχον καὶ Ἀρισταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθεις, ὥστε καὶ ἐπράθη ὁ Ἀρίσταρχος· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖς ἐξωνήσαντο. ]
gamma 506[ Γυπαρίοις: ἀντὶ τοῦ ἐν φωλεοῖς καὶ καλιαῖς καὶ στενοῖς χωρίοις. Κράτης δέ φησιν, ὅτι πᾶσαν στενὴν κατάδυσιν γύπας ὠνόμαζον. Ἀριστοφάνης· οἰκοῦντα τοῦτον ἐν πιθάκναις καὶ γυπαρίοις καὶ πυργιδίοις. καὶ Γυπαιετούς. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License