Hipponax) - urn:cts:greekLit:tlg0233Klazomenai (Wikidata) (Pleiades) (Pleiades)
poet (Wikidata)
urn:cts:greekLit:tlg0233.suda001
| alpha | 3822 | [ | Ἄρρεν, καὶ ἀρρενικῶς, καὶ ἡμίανδρος, καὶ ἡμιγύναιξ, καὶ διγενὴς, καὶ θηλυδρίας, καὶ ἑρμαφρόδιτος, καὶ ἴθρις, οὗ ἡ ἰσχὺς τεθέρισται, καὶ Ἀρρενωπός, ὁ ἀνδρόγυνος, καὶ ὁ ἀνδρεῖος, ὁ στερρός. λέγουσι δ’ οὕτω τὰ μὲν ἄλλα γύνιδας, ἔχοντας δέ τι ἀνδρόμορφον. Ἱππώναξ δὲ ἡμίανδρον, τὸν οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοπος, καὶ βάκηλος, καὶ ἀνδρόγυνος, καὶ γάλλος, καὶ γύννις, καὶ Ἄττις, καὶ εὐνουχώδης. | ] |
| beta | 270 | [ | Βίαντος Πριηνέως δίκη: οὗτος εἰς τῶν ἑπτὰ σοφῶν. λέγεται δὲ εἰς τὰς δίκας δεινότατος γεγονέναι εἰπεῖν· ἐπ’ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρείσσων. | ] |
| beta | 452 | [ | Βούπαλος: ὄνος. Ἀριστοφάνης· εἰ νὴ Δία τις τὰς γνάθους τούτων δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ βουπάλου, φωνὴν ἂν οὐκ εἶχον. παρὰ τῷ Ἱππώνακτι· λάβετέ μου θοιμάτιον, κόψω βουπάλου τὸν ὀφθαλμόν. | ] |
| epsilon | 3040 | [ | Ἑρμίας, ὁ εὐνοῦχος, Ἀταρνεύς( χώρα δέ ἐστι Μυσίας τῆς ἐν Ἀσίᾳ τῆς πρὸς τῷ Ἑλλησπόντῳ, ἧς καὶ ἦρχε βασιλέως τοῦ Περσῶν ὑπήκοος) , εὐνοῦχος καὶ δοῦλος γενόμενος Εὐβούλου Βιθυνοῦ δυνάστου καὶ φιλοσόφου, ἀσκηθεὶς παιδείαν παρὰ Ἀριστοτέλει ἔγραψε περὶ ψυχῆς, ὅτι ἀθάνατος. οὗτός ἐστιν ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. τοῦτον δὲ τὸν Ἑρμίαν μόνον γράφουσι διὰ τοῦ ι· ἐν γὰρ τοῖς τοῦ Ἱππώνακτος στίχοις ἰαμβικοῖς εὕρηται στίχος οὕτως· εὐνοῦχος ὢν καὶ δοῦλος ἦρχεν Ἑρμίας. ὅτι οὗτος, καίτοι θλαδίας ὤν, ἔσπειρε τὴν ἑαυτοῦ γυναῖκα καὶ ἔτεκεν ἐξ αὐτῆς τὴν Πυθιάδα θυγατέρα αὐτοῦ. ζήτει περὶ τούτων ἐν τῷ Ἀριστοτέλης, υἱὸς Νικομάχου. σημείωσαι πόσοι ἐκ φιλοσοφίας εἰς τυράννιδα μετέπεσον. | ] |
| iota | 588 | [ | Ἱππώναξ, Πύθεω καὶ μητρὸς Πρωτίδος, Ἐφέσιος, ἰαμβογράφος. ᾤκησε δὲ Κλαζομενὰς ὑπὸ τῶν τυράννων Ἀθηναγόρα καὶ Κωμᾶ ἐξελαθείς. γράφει δὲ πρὸς Βούπαλον καὶ Ἄθηνιν ἀγαλματοποιούς, ὅτι αὐτοῦ εἰκόνας πρὸς ὕβριν εἰργάσαντο. | ] |
| mu | 1470 | [ | Μυσάχνη· ἡ πόρνη παρὰ Ἀρχιλόχῳ· καὶ ἐργάτις καὶ δῆμος καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φησίν, ἀπὸ τοῦ βορβόρου. καὶ ἀνασυρτόπολιν ἀπὸ τοῦ ἀνασύρεσθαι· Ἀνακρέων δὲ πανδοσίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆπος γὰρ τὸ μόριον· Εὔπολις εἱλίποδας ἀπὸ τῆς εἱλήσεως τῶν ποδῶν τῆς κατὰ μίξιν. | ] |
| omicron | 768 | [ | Οὐ γὰρ· Ἀριστοφάνης Νεφέλαις. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττικῶς· ὡς Καλλίμαχος· ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω. ἀντὶ τοῦ καὶ γὰρ ἥκω. καὶ ἐν Βατράχοις, οὐ γὰρ ἀλλά, ἀντὶ τοῦ καὶ γὰρ Ἀττικῶς. ἀντὶ τοῦ ἔχω γὰρ κακῶς. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶς. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ ἐν Βατράχοις· οὐ γὰρ ἀλλὰ πειστέον. ἀντὶ τοῦ καὶ γὰρ πειστέον. οὐδαμῶς, φησίν, ὀφείλεις λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι. καὶ ἐν Θεσμοφοριαζούσαις· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: