Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Solomon (Solomon)

prophet

urn:cts:greekLit:lagl0448

alpha 449[ Ἄδερ· ὁ ἀλιτήριος, ὁ ἐπαναστὰς Σολομῶντι. παῖς οὗτος ἦν, Ἰδουμαῖος γένος, ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἓξ, φυγὼν οὗτος ἧκε πρὸς Φαραὼ τὸν Αἰγύπτου βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν ὑποδεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφήν καὶ γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὐτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧς υἱὸς αὐτῷ γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνανετράφη. ἀκούσας οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προσελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίνοντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθῶν ἐσπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕστερον δὲ καθ’ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶς εἶχε διὰ τὰς προειρημένας αἰτίας καὶ παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ’ αὐτοῖς, τοῦ θεοῦ συγχωρήσαντος τῷ Φαραῶνι ὁ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν. ὃς τῆς Συρίας βασιλεύσας κατέτρεχε τὴν τῶν Ἰσραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι. ]
alpha 4222[ Ἀστάρτη, θεὸς Σιδωνίων, καὶ Χαμὼς, θεὸς Ἀμμανιτῶν, οἷς ἐλάτρευσε Σολομών· ὃς ἠγάγετο γυναῖκας ἐξ ἐθνῶν, αἳ ἦσαν σὺν ταῖς Ἰσραηλίτισιν ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. ἐκ τούτων πασῶν ἐγένετο αὐτῷ υἱὸς Ῥοβοὰμ, ἐξ ἀλλοφύλων, ἀνάξιος τῆς ἀρχῆς. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ. ]
beta 197[ Βδέλλα· ὁ Σολομών φησι· τῇ βδέλλῃ ἦσαν γʹ θυγατέρες ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ γ αὗται οὐκ ἐνεπίμπλαντο, καὶ ἡ δʹ οὐκ ἠρκέσθη εἰπεῖν ἱκανή. βδέλλα ἡ ἁμαρτία. θυγάτηρ αὐτῆς πορνεία, φθόνος, εἰδωλολατρία, αἳ οὐκ ἐμπίπλανται διὰ τῶν ἀτόπων πράξεων. ἡ δʹ ἡ πονηρὰ ἐπιθυμία. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License