Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

David (David)

prophet

urn:cts:greekLit:lagl0383

alpha 35[ Ἀβεσαλώμ: ὄνομα κύριον. ὃς τοῦ ἰδίου πατρὸς Δαβὶδ κατεξανέστη καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ ἐν τῷ πολέμῳ. ]
alpha 104[ Ἄβυσσον: ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται· Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασιν. ὅθεν δοκεῖ λέγεσθαι καὶ βυσσοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω, βύσω, βέβυσμαι, βέβυσαι, βυσὸς καὶ ἀβύσσος, οὗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ἀριστοφάνης Βατράχοις· εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. καὶ οὐδετέρως φησὶν ὁ αὐτός· ἕως ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυσσον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύσουσιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, ὁ αὐτὸς προφήτης φησίν· τὰ στρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν τροπικῶς. ὡς ἔν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἄβυσσος οὖν ὑδάτων πλῆθος πολύ. ]
alpha 234[ Ἁγίασμα: ὁ θεῖος νεώς. Δαβίδ· ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. καὶ Ἁγιαστία, ἡ ἁγιωσύνη. ἀγιστεία δὲ διφθόγγῳ. ]
alpha 449[ Ἄδερ· ὁ ἀλιτήριος, ὁ ἐπαναστὰς Σολομῶντι. παῖς οὗτος ἦν, Ἰδουμαῖος γένος, ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἓξ, φυγὼν οὗτος ἧκε πρὸς Φαραὼ τὸν Αἰγύπτου βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν ὑποδεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφήν καὶ γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὐτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧς υἱὸς αὐτῷ γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνανετράφη. ἀκούσας οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προσελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίνοντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθῶν ἐσπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕστερον δὲ καθ’ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶς εἶχε διὰ τὰς προειρημένας αἰτίας καὶ παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ’ αὐτοῖς, τοῦ θεοῦ συγχωρήσαντος τῷ Φαραῶνι ὁ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν. ὃς τῆς Συρίας βασιλεύσας κατέτρεχε τὴν τῶν Ἰσραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι. ]
alpha 797[ Ἄκανθα: ἡ ἁμαρτία. Δαβίδ· ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. ὡς ἄχρηστον βλάστημα καὶ ὡς κεντεῖν πεφυκός. ]
alpha 862[ Ἀκηδία: ῥᾳθυμία, ἀχθηδὼν, λύπη. Δαβίδ· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου. ]
alpha 1348[ Ἀλλοτρίως: πολεμίως. καὶ ὁ Δαβίδ· καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. τουτέστι τῶν δυσμενῶν. ]
alpha 1637[ Ἄμωμος: ὁ καθαρός. καὶ ἀναίτιος. Δαβίδ· τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. ]
alpha 1801[ Ἀναβάσεις: αἱ προκοπαί, εἰς τὸ ἐναντίον δὲ καταβάσεις. καὶ Ἀναβάσεις καρδίας, οἱ εὐσεβεῖς περὶ θεοῦ λογισμοί. Δαβίδ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. ]
alpha 2517[ Ἀνθομολογησόμεθα: ἀντὶ τοῦ εὐχαριστήσομεν. Δαβίδ· ἀνθομολογησόμεθά σοι ὁ θεός. ὑπὲρ τῆς εὐεργεσίας ὁμολογοῦμεν χάριτας καὶ ἀναγράπτους ταύτας ποιήσομεν. καὶ Ἀνθωμολογεῖτο, διηγεῖτο. ὁ δὲ ἀνθωμολογεῖτο πρός τινας τῶν ἐν Ῥώμη μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς. καὶ αὖθις· ταῦτα μὲν οὖν ἀνθωμολογήσαντο πρὸς ἀλλήλους. ἀντὶ τοῦ συνέθεντο, συνεφώνησαν. καὶ αὖθις· περὶ Σωκράτους τάδε ἐγράψατο καὶ ἀνθωμολογήσατο Μέλητος. ]
alpha 2826[ Ἀξίωμα: ἡ ἱκετεία. Δαβίδ· εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σοῦ, Kύριε. ]
alpha 3431[ Ἀπολύων· αἰτιατικῇ. τῷ θανάτῳ παραπέμπων. ὁ Δαβίδ· κύριε, ἀπολύων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. ἄλλος δὲ ἑρμηνεὺς ἀπὸ ὀλίγων φησίν. ]
alpha 3531[ Ἀποσκορακίζει: εὐτελίζει, ἐξορίζει, διώκει. οἱ δὲ εἶπον ἀντὶ τοῦ ἀπορρίψει. Δαβίδ· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἀπὸ ἱστορίας· τὸ γὰρ ἐς κόρακας ὕβρις ἦν παρὰ τοῖς παλαιοῖς. ]
alpha 4138[ Ἀσεβῶν: παρὰ τῷ Δαβὶδ τῶν τὸν θεὸν ἀγνοούντων. ]
alpha 4177[ Ἀσκὸς ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ. ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται καὶ φυσώμενος ἐξογκοῦται, ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀσκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· ἀλλ’ ὑποπιέζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. καὶ Ἀσκὸς Κτησιφῶντος· Ἀριστοφάνης· κατὰ τὰ πάτρια τοὺς χοὰς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ’ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται. ἐν γὰρ ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανε. πρὸς σάλπιγγας δὲ ἔπινον. ὁ δὲ Κτησιφῶν ὡς παχὺς καὶ προγάστωρ ἐσκώπτετο. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ’ οὗ τοὺς πίνοντας πρὸς ἀγῶνας ἑστάναι, τὸν προπιόντα δὲ ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. καὶ Ἀσκοφορεῖν. ἐν ταῖς Διονυσιακαῖς πομπαῖς, τὰ μὲν ὑπὸ τῶν ἀστῶν ἐπράττετο, τὰ δὲ τοῖς μετοίκοις ποιεῖν ὑπὸ τῶν νομοθετησάντων προσετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶνας ἐνεδύοντο χρῶμα ἔχοντας φοινικοῦν καὶ σκάφος ἔφερον· ὅθεν σκαφηφόροι προσηγορεύοντο. οἱ δὲ ἀστοὶ ἐσθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀσκοὺς ἐπ’ ὤμων ἔφερον· ὅθεν ἀσκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀσκῷ μορμολύττεσθαι, ἐπὶ τῶν εἰκῆ καὶ διακενῆς δεδιττομένων. καὶ Ἀσκωλίαζον· ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸς τὴν αἶγα οὕτως ἔχον· κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δ’ ἔτι καρποφορήσω, ὅσσον ἐπιλεῖψαι σοὶ, τράγε, θυομένῳ. Ἀσκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίως ἀσκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέσῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀσκοὺς πεφυσημένους καὶ ἀληλιμμένους, εἰς οὓς ἐναλλόμενοι ὠλίσθαινον· καθάπερ Εὔβουλος ἐν Δαμαλίᾳ φησὶν οὕτως· καὶ πρός γε τούτοις ἀσκὸν ἐς μέσον καταθέντες ἐνάλλεσθε καὶ καγχάζετε ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος. καὶ Ἀσκωλιάζοντς, ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι, ὑστερούμενοι τῶν κατὰ φύσιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην την ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χοροδέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀσκωλιασμὸς ὁμοίως, τὸ ἐφ’ ἑνὸς ποδὸς βαίνειν. ὅτι οἱ ἀσκοὶ ἁλσὶ σμηχόμενοι βελτίονες γίνονται. ]
alpha 4333[ Ἀτεκνία: ἡ λήθη. Δαβίδ· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ὡς διὰ τῶν τέκνων φυλαττομένης τῆς μνήμης. ]
alpha 4657[ Ἄφρων καὶ ἄνους: διαφέρει ἄφρων καὶ ἄνους. ἀνόητόν φασι τὸν καλούμενον σοφὸν, ὡς συνιέναι τὸ δέον οὐκ ἐθελήσαντα, ἀμαθῆ δὲ τὸν τῆς σοφίας ἀμύητον, κακίᾳ δὲ ὅμως συζήσαντα. ὁ Δαβὶδ δὲ ἔφησεν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. ]
alpha 4694[ Ἀχίας· προφήτης οὗτος ἐπὶ Ἱεροβοὰμ βασιλέως τῶν Ἑβραίων ἦν. κάμνοντος δ’ αὐτῷ κατ’ ἐκεῖνον καιρὸν τοῦ παιδὸς, τὴν γυναῖκα αὐτοῦ προσέταξεν ἥκειν, ἔνθα διέτριβεν ὁ Ἀχίας, περὶ τῆς τοῦ παιδὸς ὑγείας, μετασχηματισαμένης τὴν στολήν. μελλούσης δὲ αὐτῆς εἰς τὴν οἰκίαν εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας, ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούσης ὡς ξένης ἀνεβόησεν· εἴσελθε, ὦ γύναι· τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις. ἄπελθε δὲ πρὸς τὸν ἄνδρα· τάδε λέγει κύριος· ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα, καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαβὶδ γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατεσκεύασας καὶ τούτους τιμᾶς, σὲ πάλιν καθαιρήσω καὶ πᾶν ἐξολοθρεύσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν γενέσθαι ποιήσω. μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, διότι τοῖς σοῖς ἀσεβήμασι κατηκολούθησε. τὸν δὲ σὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν. ]
beta 136[ Βασάν: αἰσχύνη. εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω. ὁ Δαβίδ φησι. ]
beta 276[ Βίβλοι θεοῦ: ἡ γνῶσις αὐτὴ καὶ ἡ ἄληστος μνήμη. Δαβίδ· καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. ]
beta 523[ Βραχίων: τροπικῶς ἡ δύναμις, ἐπειδὴ δι’ αὐτοῦ ἐργάζεσθαι πεφύκασιν οἱ ἄνθρωποι. Δαβίδ· ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται. ]
gamma 68[ Γαστήρ: ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας καλεῖ οὐ κοιλίας. καὶ παροιμία· γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἡ πλήρης μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαστριμαργούντων. Γαστέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογισμῶν ταμεῖον ἐκάλεσεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. ]
gamma 229[ Γῆ ζώντων: ὁ προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. Δαβίδ· ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. ]
gamma 319[ Γλυπτόν: παρὰ τῷ Δαβὶδ τὸ εἴδωλον. ]
gamma 421[ Γραμματίας: ἐξαριθμήσεις. Δαβίδ· ὅτι οὐκ ἔγνων γραμματίας· ὅμως εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License