Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Thrasymachus (Thrasymachus) - urn:cts:greekLit:tlg1729

Place of birth (Wikidata Statement)

Chalcedon (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Chalcedon (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:tlg1729.suda001
urn:cts:greekLit:tlg1729.suda002
urn:cts:greekLit:tlg1729.suda003
urn:cts:greekLit:tlg1729.suda004

theta 462[ Θρασύμαχος, Χαλκηδόνιος σοφιστής, τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος, ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰσηγήσατο· μαθητὴς Πλάτωνος τοῦ φιλοσόφου καὶ Ἰσοκράτους τοῦ ῥήτορος. ἔγραψε Συμβουλευτικούς, Τέχνην ῥητορικήν, Παίγνια, Ἀφορμὰς ῥητορικάς. σχόλιον Μιχαὴλ μοναχοῦ τοῦ Νοσσαΐτου. ἤνεγκε καὶ ἡ καθ' ἡμᾶς πόλις φύσιν δεξιὰν εἰς μάθησιν· ἀλλ', ὡς ἔοικεν, οὐχ ὁ τόπος αἴτιος, ἀλλ' ὁ χρόνος, καθ' ὃν ἤκμασαν οἱ μεγαλοφυέστατοι ἄνδρες. τὰ νῦν δὲ θυννοσκοποῦσιν οἱ τῇδε καὶ λίνοις καὶ ὁρμιαῖς προσανέχουσι, τόν τε βίον ὄντες χειρογάστορες ὃς πολλὰ τῆς γνάθου χωρία ἐφημέριά τε φρονέουσιν, ὀλίγα ἢ οὐδὲν τῶν λόγων φροντίζοντες, ὧν ἀρχιερατεύειν ἔλαχε τῶν εἰς Τροιζῆνα βαδισάντων ὁ ἐξοχώτατος. ἴστωσαν οἱ τῆς παροιμίας εἰδήμονες. ζήτει τὴν παροιμίαν ἐν τῷ εἰς Τροιζῆνα δεῖ βαδίζειν. ]
omicron 835[ Οὐηστῖνος, Ἰούλιος χρηματίσας, σοφιστής. Ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία ϟδʹ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους [+] βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου [+], Ἰσαίου [+], Ἰσοκράτους [+] καὶ Θρασυμάχου [+] τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων. ]
chi 586[ Χρυσοχοεῖον· Δείναρχός φησι· πάλιν παρ’ Αἰσχίνην ἀποφοιτήσας, παρὰ τούτῳ δηλονότι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ’ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων· τί δέ; ἦδ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοεῖ. ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν· ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς· ἄπρακτοι δὲ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες, σὺ δὲ ᾤου χρυσοχοήσειν. ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ ὑπὸ τῶν κωμικῶν. Εὔβουλος γοῦν φησιν· ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License