Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Septem Sapientes (Seven Sages of Greece) - urn:cts:greekLit:tlg1667

beta 270[ Βίαντος Πριηνέως δίκη: οὗτος εἰς τῶν ἑπτὰ σοφῶν. λέγεται δὲ εἰς τὰς δίκας δεινότατος γεγονέναι εἰπεῖν· ἐπ’ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρείσσων. ]
chi 311[ Χίλων, Χίλωνος, Δαμαγήτου, Λακεδαιμόνιος, εἷς τῶν ἑπτὰ σοφῶν. ὃς ἦν βραχυλόγος. ὅθεν Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. καὶ Χιλώνειος τρόπος, ἡ βραχυλογία. ὁ γὰρ Χίλων βραχυλόγος ἦν. ]
chi 478[ Χρήματα, χρήματ’ ἀνήρ· αὕτη ἀποφθεγματική ἐστιν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. μέμνηται αὐτῆς Πίνδαρος καὶ Ἀλκαῖος. ὁμοία τῇ ὡς καὶ ἀρχὴ ἄνδρα δείκνυσι, καὶ τὴν κατὰ σαυτὸν ἔλα, καὶ τὸ γνῶθι σαυτόν. λεχθῆναι δὲ αὐτὴν Ἀλκαῖος μὲν ὑπὸ Ἀριστοδήμου τοῦ Σπαρτιάτου φησί, Πίνδαρος δὲ ὑπό τινος Ἀργείου τὸ ὄνομα, οὕτως λέγων. ὁ δ’ Ἀριστόδημος ἐγκαταριθμεῖται τοῖς σοφοῖς ὑπό τινων. ]
epsilon 2471[ Ἐπιμενίδης, Φαίστου ἢ Δοσιάδου ἢ Ἀγιασάρχου υἱός, καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ, ἐποποιός· οὗ λόγος, ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν, καὶ πάλιν εἰσῄει ἐν τῷ σώματι· τελευτήσαντος δὲ αὐτοῦ, πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον. γέγονε δὲ ἐπὶ τῆς λʹ ὀλυμπιάδος, ὡς προτερεύειν καὶ τῶν ζʹ κληθέντων σοφῶν ἢ καὶ ἐπ’ αὐτοῖς γενέσθαι. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδʹ ὀλυμπιάδα, γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς· καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν. οὗτος ἔζησεν ρνʹ ἔτη, τὰ δὲ ϟʹ ἐκαθεύδησεν. καὶ παροιμία τὸ Ἐπιμενίδειον δέρμα, ἐπὶ τῶν ἀποθέτων. ]
kappa 1719[ Κλεόβουλος, Εὐαγόρου, Λίνδιος, εἷς τῶν ἑπτὰ ὀνομαζομένων σοφῶν, ῥώμῃ καὶ κάλλει διαφέρων τῶν κατ’ αὐτόν, μετέσχε τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. ἐγένετο δὲ αὐτῷ θυγάτηρ Κλεοβουλίνη, ἑξαμέτρων αἰνιγμάτων ποιήτρια. οὗτος ἔγραψεν ᾄσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν. ἔλεγέ τε, τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. εὐτυχῶν μὴ ἔσο ὑπερήφανος, ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν. ἐτελεύτησε δὲ γηραιὸς ἔτη βιοὺς οʹ. ἀπεφήνατο· πάντων μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω· πολλοὶ μέν τινές εἰσιν ἑταῖροι, καὶ οἶκος πάντη· φαμὶ δ’ ἐγὼ ποτνιωτάταν ἔσεσθαι Σόλωνι τὰν Λίνδον. δαμοκρατεῖν μὲν οὖν, καὶ ἁ νᾶσος πελαγία. ]
lambda 139[ Λάσος, Χαρβίνου, Ἑρμιονεύς, πόλεως τῆς Ἀχαΐας, γεγονὼς κατὰ τὴν νηʹ Ὀλυμπιάδα, ὅτε Δαρεῖος ὁ Ὑστάσπου. τινὲς δὲ τοῦτον συναριθμοῦσι τοῖς ζʹ σοφοῖς, ἀντὶ Περιάνδρου. πρῶτος δὲ οὗτος περὶ μουσικῆς λόγον ἔγραψε καὶ διθύραμβον εἰς ἀγῶνα εἰσήγαγε καὶ τοὺς ἐριστικοὺς εἰσηγήσατο λόγους. ]
mu 116[ Μᾶλλον ὁ Φρύξ· ἡ παροιμία ἐνθένδε· οἱ ζʹ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργούς· δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσι· Σόλων δέ, οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ ΑἴσωποςΦρύξ, ὁ λογοποιός, τοσοῦτον, εἶπεν, ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν. ἀκούσας δὲ Κροῖσος εἶπε, μᾶλλον ὁ Φρύξ. ]
mu 1077[ Μίμνερμος, Λιγυρτυάδου, ΚολοφώνιοςΣμυρναῖοςἈστυπαλαιεύς, ἐλεγειοποιός. γέγονε δ’ ἐπὶ τῆς λζʹ ὀλυμπιάδος, ὡς προτερεύειν τῶν ζʹ σοφῶν· τινὲς δὲ αὐτοῖς καὶ συγχρονεῖν λέγουσιν. ἐκαλεῖτο δὲ καὶ Λιγυαστάδης διὰ τὸ ἐμμελὲς καὶ λιγύ. ἔγραψε βιβλία ταῦτα πολλά. ]
phi 214[ Φερεκύδης, Βάβυος, Σύριος· ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα, πλησίον Δήλου. γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα Ἀλυάττην, ὡς συγχρονεῖν τοῖς ζʹ σοφοῖς· καὶ τετέχθαι περὶ τὴν μεʹ Ὀλυμπιάδα. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος· αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι, κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν [+] ἐξενεγκεῖν πεζῷ λόγῳ τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων, καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾷ ὑπὸ πλήθους φθειρῶν. ἔστι δὲ ἅπαντα ἃ συνέγραψε, ταῦτα· Ἑπτάμυχος ἤτοι ΘεοκρασίαΘεογονία. ἔστι δὲ θεολογία ἐν βιβλίοις δέκα, ἔχουσα θεῶν γένεσιν καὶ διαδόχους. ]
pi 1067[ Περίανδρος, Κυψέλου, Κορίνθιος, τῶν ζʹ σοφῶν, γεγονὼς κατὰ τὴν ληʹ ὀλυμπιάδα. ἔγραψεν ὑποθήκας εἰς τὸν ἀνθρώπειον βίον ἔπη ͵βʹ. οὗτός ἐστι Περίανδρος ὁ διὰ λύπην ἰδίαν ἀποθανών· ὡς καὶ τὸ ἐπ’ αὐτῷ ἐπίγραμμα μαρτυρεῖ, οὕτως ἔχον· μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, οὕνεκεν οὐκ ἔτυχε πρήξιος, ἧς ἔθελεν. ]
pi 1068[ Περίανδρος, ὁ Κυψέλου υἱός, τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κατὰ πρεσβεῖον παραλαμβάνει καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα· καὶ δορυφόρους εἶχε τʹ ἐκώλυσέ τε τοὺς πολίτας δούλους κτᾶσθαι καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευρίσκων. εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο, ἐζημίου, δεδιὼς μή τι βουλεύοιντο κατ’ αὐτοῦ. λέγεται δὲ καὶ ἄλλο τοῦτον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ’ ἔρωτος. ἐστρατεύετο δὲ συνεχῶς καὶ ἦν πολεμικὸς τριήρεις τε ναυπηγησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάτταις. φασὶ δέ τινες αὐτὸν καὶ τῶν ζʹ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν. ]
pi 1659[ Πιττακός, Μιτυληναῖος, υἱὸς Καϊκοῦ ἢ Ὑρραδίου Θρᾳκός, μητρὸς δὲ Λεσβίας. οὗτος γέγονε κατὰ τὴν λβʹ ὀλυμπιάδα, εἷς καὶ αὐτὸς τῶν ζʹ σοφῶν. ἔγραψε νόμους καὶ τῇ μβʹ ὀλυμπιάδι Μέλαγχρον τὸν τύραννον Μιτυλήνης ἀνεῖλε καὶ Φρύνωνα στρατηγὸν Ἀθηναίων πολεμοῦντα ὑπὲρ τοῦ Σιγείου μονομαχῶν ἀπέκτεινε, δικτύῳ περιβαλὼν αὐτόν. γηραιὸς δὲ ἀναγκαζόμενος στρατηγεῖν ἔφη· ὡς χαλεπὸν ἐσθλὸν ἔμμεναι. τούτου ἀπόφθεγμα, καιρὸν γνῶθι. ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη χʹ, καὶ ὑπὲρ νόμων καταλογάδην. ]
pi 3241[ Πυρρώνειοι· οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων. ]
sigma 776[ Σόλων, Ἐξηκεστίδου, Ἀθηναῖος, φιλόσοφος, νομοθέτης καὶ δημαγωγός. γέγονε δὲ ἐπὶ τῆς μζʹ Ὀλυμπιάδος, οἱ δὲ νϛʹ. ἐπιβουλευθεὶς δ’ ὑπὸ Πεισιστράτου τοῦ τυράννου ἀπεδήμησεν ἐν Κιλικίᾳ καὶ ἔκτισε πόλιν, ἣν Σόλους ἐκάλεσεν ἐξ αὑτοῦ. οἱ δὲ καὶ τοὺς ἐν Κύπρῳ Σόλους ἐξ αὐτοῦ φασι καὶ τελευτῆσαι αὐτὸν ἐν Κύπρῳ. ἔγραψε νόμους Ἀθηναίοις, οἵ τινες Ἄξονες ὠνομάσθησαν διὰ τὸ γραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν Ἀθήνησι· ποίημα δι’ ἐλεγείων, ὃ Σαλαμὶς ἐπιγράφεται· Ὑποθήκας δι’ ἐλεγείας· καὶ ἄλλα. ἔστι δὲ καὶ οὗτος εἷς τῶν ζʹ ὀνομαζομένων σοφῶν. καὶ φέρεται αὐτοῦ ἀπόφθεγμα τόδε, μηδὲν ἄγαν, ἢ τό, γνῶθι σαυτόν. ]
tau 1205[ Τυρταῖος, Ἀρχεμβρότου, ΛάκωνΜιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής· ὃν λόγος τοῖς μέλεσι χρησάμενον παροτρῦναι Λακεδαιμονίους πολεμοῦντας Μεσσηνίοις καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. ἔστι δὲ παλαίτατος, σύγχρονος τοῖς ἑπτὰ κληθεῖσι σοφοῖς, ἢ καὶ παλαίτερος. ἤκμαζε γοῦν κατὰ τὴν λεʹ ὀλυμπιάδα. ἔγραψε πολιτείαν Λακεδαιμονίοις, καὶ ὑποθήκας δι’ ἐλεγείας, καὶ μέλη πολεμιστήρια, βιβλία εʹ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License