Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Cleanthes () - urn:cts:greekLit:tlg1269

chi 568[ Χρύσιππος, Ἀπολλωνίδου, ΣολεὺςΤαρσεύς, φιλόσοφος, μαθητὴς Κλεάνθους, καθηγησάμενος τῆς Στωϊκῆς σχολῆς μετὰ Κλεάνθην. καὶ τελευτήσας οʹ καὶ τρίων ἐτῶν, ὑπὸ τοῦ πιεῖν ἄκρατον καὶ ἰλιγγιάσαι· κατὰ δὲ ἄλλους ὑπὸ γέλωτος ἀπείρου· ἐπὶ ρμγʹ ὀλυμπιάδος. συντέταχε δὲ βιβλία πλεῖον ἢ ψʹ φιλόσοφά τε καὶ ἱστορικὰ καὶ γραμματικά. ]
delta 202[ Δέλτος· πινακίδιον, τιτλάριον, σχεδάριον. ΖήνωνΚιτιεὺς Κλεάνθην τὸν αὑτοῦ διάδοχον ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γραφέντα. ]
epsilon 3569[ Εὔλογον ἀξίωμα· τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι· οἷον, βιώσομαι αὔριον. λόγου ποτὲ γενομένου πρὸς Κλεάνθην τὸν φιλόσοφον καὶ Πτολεμαῖον τὸν βασιλέα περὶ τοῦ δοξάσειν τὸν σοφόν, καί τινος εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥοὰς ἐκέλευσε παρατεθῆναι. τοῦ δὲ σοφοῦ ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ σοφὸς εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτω συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥοαί εἰσιν, ἀλλ’ ὅτι εὔλογόν ἐστι ῥοὰς αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. ]
kappa 1711[ Κλεάνθης, ὁ Κάσσιος χρηματίσας, Φανίου, Ἄσσιος, μαθητὴς Κράτητος, εἶτα Ζήνωνος, οὗ καὶ διάδοχος γέγονε· διδάσκαλος δὲ τοῦ φιλοσόφου Χρυσίππου, τοῦ Σολέως, καὶ Ἀντιγόνου τοῦ βασιλέως. οὗτος πρότερον ἦν πύκτης, ἐλθὼν δὲ εἰς Ἀθήνας ἠράσθη φιλοσοφίας καὶ τοσοῦτον γέγονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς κληθῆναι. μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ καὶ μεθ’ ἡμέραν τοῖς μαθήμασι καὶ τοῖς βιβλίοις ἐσχόλαζεν· ὅθεν ἐπωνομάσθη καὶ Φρεάντλης. ἔγραψε δὲ πάνυ πολλά. ]
lambda 308[ Λέσχαι· λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος· οὐ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην. Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι. καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. Λέσχαι καὶ ποιήματα Ἡρακλείδου τοῦ Ποντικοῦ, μέτρῳ Φαλαικίῳ ἤτοι Σαπφικῷ γραφέντα. ]
phi 696[ Φρεάντλης· οὕτως ἐκαλεῖτο Κλεάνθης ὁ φιλόσοφος· μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ, μεθ’ ἡμέραν δὲ τοῖς βιβλίοις ἐσχόλαζε. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License