Heraclitus) - urn:cts:greekLit:tlg0626philosopher (Wikidata)
author (Wikidata)
physicist (Wikidata)
urn:cts:greekLit:tlg0626.suda001
urn:cts:greekLit:tlg0626.suda002
| alpha | 398 | [ | Ἀγχιβατεῖν: Ἴωνες τὸ ἀμφισβητεῖν. καὶ Ἀγχισβασίην Ἡράκλειτος. | ] |
| alpha | 1762 | [ | Ἀμφισβατεῖν: ἔνιοι τὸ ἀμφισβητεῖν, Ἴωνες δὲ καὶ Ἀγχιβατεῖν. καὶ Ἀγχιβασίην Ἡράκλειτος. | ] |
| delta | 400 | [ | Δηλίου κολυμβητοῦ· τοῦτο ἐρρήθη εἰς βιβλίον Ἡρακλείτου διὰ τὸ δυσνόητον, Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δὲ αὐτὸ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ Ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου, ἄλλοι Γνώμην ἠθῶν, Κόσμον τρόπων ἑνὸς τῶν ξυμπάντων. ἢ οὕτως· Δηλίου κολυμβητοῦ, ἐπὶ τῶν ἄκρως νηχομένων. Σωκράτει γὰρ δόντος τοῦ Εὐριπίδου Ἡρακλείτου τοῦ Σκοτεινοῦ σύγγραμμα, ἐρέσθαι, τί δοκεῖ; τὸν δὲ φάναι· ἃ μὲν συνῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου δεῖται κολυμβητοῦ εἰς τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιος κολυμβητής, ἐπὶ τῶν πάνυ ἐμπείρων νήχεσθαι. | ] |
| eta | 471 | [ | Ἡράκλειτος· ὄνομα κύριον. ὅτι Ἡράκλειτος ἔφη, ὀλιγωρεῖν πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κοπρίων ἐκβλητότερον· ἐκ τοῦ ῥᾴστου δὲ αὐτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. | ] |
| eta | 472 | [ | Ἡράκλειτος, Βλόσωνος ἢ Βαύτωρος, οἱ δὲ Ἡρακῖνος· Ἐφέσιος, φιλόσοφος φυσικός, ὃς ἐπεκλήθη Σκοτεινός. οὗτος ἐμαθήτευσεν οὐδενὶ τῶν φιλοσόφων, φύσει δὲ καὶ ἐπιμελείᾳ ἠσκήθη. οὗτος ὑδρωπιάσας οὐκ ἐνεδίδου τοῖς ἰατροῖς, ᾗπερ ἐβούλοντο θεραπεύειν αὐτόν· ἀλλ’ αὐτὸς βολβίτῳ χρίσας ὅλον ἑαυτὸν εἴασε ξηρανθῆναι τοῦτο ὑπὸ τῷ ἡλίῳ, καὶ κείμενον αὐτὸν κύνες προελθοῦσαι διέσπασαν· οἱ δὲ ἄμμῳ χωσθέντα φασὶν ἀποθανεῖν. τινὲς δὲ αὐτὸν ἔφασαν διακοῦσαι Ξενοφάνους καὶ Ἱππάσου τοῦ Πυθαγορείου. ἦν δὲ ἐπὶ τῆς ξθʹ Ὀλυμπιάδος, ἐπὶ Δαρείου τοῦ Ὑστάσπου, καὶ ἔγραψε πολλὰ ποιητικῶς. ζήτει ἐν τῷ Δηλίου κολυμβητοῦ. | ] |
| eta | 473 | [ | Ἡρακλείτειος λόγος καὶ Ἡρακλείτεια θηλυκῶς. | ] |
| theta | 263 | [ | Θέσις· κατὰ Ἀριστοτέλην ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, τουτέστι πρόβλημα. οὐ πᾶν δὲ πρόβλημα θέσις ἐστίν, ἀλλ' ἡ παρὰ τὰς κοινὰς δόξας ὑπόληψις τινὸς τῶν ἐνδόξων κατὰ φιλοσοφίαν. διὸ δεῖ καὶ τὸν προστάτην τῆς δόξης τὸν συνιστάντα τὴν θέσιν προσκεῖσθαι τῷ τοιούτῳ προβλήματι· οἷον πότερον πάντα συγχωρεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστι καθ' Ἡράκλειτον, ἢ οὔ· καὶ πότερόν ἐστιν ἓν καὶ ἀκίνητον τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ, ἢ οὔ· καὶ πότερον κίνησίς ἐστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι· καὶ πότερον ἡ ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει· καὶ πότερόν ἐστιν ἀντιλέγειν ἢ οὔ, ὡς Ἀντισθένει δοκεῖ. ὅτι ἀντιδιαιρεῖται τὸ θέσει τῷ φύσει, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες, ὅτι μὴ φύσει. ἤδη δέ τινες καὶ τὰ ῥητορικὰ προβλήματα θέσεις καλοῦσιν, ἐφ ' ὧν τὸ τῆς ὑποθέσεως ὄνομα συνηθέστερον, τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ καὶ ὡρισμένοις συνίστασθαι. τὰς δὲ θέσεις καὶ ὑποθέσεις λέγει Ἀριστοτέλης. | ] |
| pi | 2120 | [ | Πόστουμος, Ῥωμαῖος, ἀπὸ Ναπύης, τά τε Ἑλλήνων ἐπαιδεύθη, ἐρασθεὶς αὐτῶν μετὰ ἔτη λʹ. τὰ δὲ πρῶτα χρυσοχόος ἦν. ἐπεὶ δὲ ἅπαξ αὐτὸν εἰσῆλθεν ὅδε ὁ φιλόλογος ἔρως, ἐς τὰς Ἀθήνας ὥρμησε καὶ ἐξεμουσώθη τὰ Ἑλλήνων ἐκεῖθι. καὶ ἐς γῆρας βαθὺ ἤλασε, πολλὰ καὶ καλὰ εἰδώς. οὔκουν ἀπεικὸς ἦν καὶ τόνδε τὸν Ποστοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτος εἶπεν ἐφ’ ἑαυτοῦ· ἐμεωϋτὸν ἐδιζησάμην. | ] |
| rho | 295 | [ | Ῥυμὸς τοῦ ἅρματος· τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ ζυγοῦ. καὶ στάθμιόν τι παρὰ Ῥοδίοις· καὶ τῆς Ἄρκτου οἱ κατὰ τὴν οὐρὰν γʹ ἀστέρες ὑπὸ Ἡρακλείτου. | ] |
| sigma | 63 | [ | Σαλούστιος, φιλόσοφος· ὃς ἔφη ἀνθρώποις οὐ ῥᾴδιον εἶναι φιλοσοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούσας ἀπέστυξα δὴ τότε τὸν λόγον, ὡς οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεσθαι ἄξιον. ἀλλὰ γὰρ ὁ Σαλούστιος ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸς τοὺς φιλοσόφους ἁπλῶς, ἀλλὰ φύσει μισοπόνηρος ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδορος καὶ πᾶσιν ἐπιτιθέμενος τοῖς ἁμαρτάνουσι, καὶ ὁπωσοῦν ἐκ πάσης προφάσεως ἐλέγχων ἑκάστους καὶ διακωμῳδῶν· ἐνίοτε μὲν σπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοσκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούστιος εὐτράπελος ἱκανῶς καὶ σκώπτειν εὐφυέστατός τε καὶ προχειρότατος, ἐξαιρέτους μὲν ἔχων αὐτός, ἐκ γένους δὲ ὅμως τὰς τοιαύτας χάριτας. ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάσας τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦσαν ἐνεῖναί ποτε τοῖς πονηροτάτοις, Σαλούστιός ἐστιν. ἔτι δὲ πρὸς ἐνίους τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦντας, ἓν δὲ αὐτῷ λείπειν εἰρηκότας, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖς πολλοῖς· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεσιν προσεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτ’ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄνθρωπος. ταῦτα περὶ Σαλουστίου. κυνικώτερον δὲ ἐφιλοσόφει. ὅτι Σαλούστιος, ὁ τῆς αὐλῆς ἔπαρχος ἐπὶ Ἰουλιανοῦ, ἀνὴρ ἦν διαφερόντως περιττὸς εἰς φιλανθρωπίαν· ᾧ γε τοσοῦτον ἡμερότητος καὶ πραότητος ὑπῆρχεν ἐς ἅπαντας, ὥστε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν Καῖσαρ ὑβριστικῶς αὐτῷ χρησάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα· καίτοι τοῦ παιδὸς ἐλεγχθέντος ἐπανίστασθαι διὰ τὴν πρὸς Κωνστάντιον φιλίαν, τῷ νεανίσκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντως ἐτίμησε. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: