Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Valerius Babrius (Babrius) - urn:cts:greekLit:tlg0614

Occupations (Wikidata Statement)

poet (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0614.suda001 - Mythiambi Aesopici

alpha 1484[ Ἀμάν: θερίζειν, παρὰ τὸ ἅμα. Βάβριος· νῦν ἐστιν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν, ὅτ’ αὐτὸς ἀμᾷ κ οὐ φίλοισι πιστεύει. ]
alpha 2585[ Ἄνωθεν: ἐκ τόπου ἢ χρόνου. Βάβριος. τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφῆς κηδομένους ἀφ’ ὧν τε βλαστῶσιν ἀφ’ ὧν τ’ ὄνησιν εὕρωσι, τάδ’ οὐκ ἐπίσης τελοῦμεν; τουτέστιν ἄνωθεν ἐκ φύσεως ἢ τοὺς ἐν τῷ ἀέρι. ]
alpha 4155[ Ἆσθμα: πνοή. καὶ Ἀσθμάζειν, ἀντὶ τοῦ ἀσθμαίνειν, τουτέστι πνευστιᾶν. Βάβριος· οἶά τις νούσῳ κάμνων ἐβέβλητ’ οὐκ ἀληθὲς ἀσθμαίνων. ]
alpha 4681[ Ἀχαιΐνη: ἡ ἔλαφος. ἐν Ἐπιγράμμασι· καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχαιΐνεω. καὶ Βάβριος· τοιαῦτα κωτίλλουσαν τὴν ἀχαιΐνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. ]
beta 7[ ΒαβρίαςΒάβριος· Μύθους ἤτοι Μυθιάμβους. εἰσὶ γὰρ διὰ χωλιάμβων ἐν βιβλίοις ιʹ. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα, ἤγουν τοὺς χωλιάμβους. ]
chi 402[ Χορίαμβος· μέτρον στίχων. ΒαβρίαςΒάβριος, Μύθους ἤτοι Μυθικά· εἰσὶ γὰρ διὰ χοριάμβων, ἐν βιβλίοις δέκα. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα· ἤγουν τοὺς χοριάμβους. ]
delta 67[ Δάπτω· τὸ μετὰ σπαραγμοῦ ἐσθίω· ὅπερ καὶ δαρδάπτω λέγεται. Βάβριος· καὶ σπλάγχνα δάπτων. ]
epsilon 357[ Ἑκάστοτε· ἀντὶ τοῦ ἀεί. οὐ γὰρ λέγεται πάντοτε. Βάβριος· τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν, ἃς εὕρισκε λευκανθιζούσας. καὶ αὖθις· τοὺς μὲν φιλεῖν βουλομένους δεδοίκατε, τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖσθ’ ἑκάστοτε. ἀντὶ τοῦ ἀεί. ]
epsilon 449[ Ἔκθορεν· ἐξεπήδησεν. Βάβριος· φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης. ]
epsilon 3268[ Ἑταιρεία· ἡ συνήθης ὁμόνοια, καὶ φιλία. Βάβριος· θέντο μετ’ ἀλλήλοισιν ἑταιρείην μύε δοιώ, οὐ καθ’ ὁμὰ ζώοντες· ὁ μὲν κατὰ νειὸν ἐρήμην ἐτρέφετ’ , ὃς δὲ δόμοισιν ἐν ἀφνειῶν τρέφετ’ ἀνδρῶν. Ἑταιρεία καὶ τὸ τάγμα. καὶ Ἑταιρειάρχης, ὁ τῆς ἑταιρείας ἄρχων. ]
epsilon 3559[ Εὐλαί· σκώληκες. καὶ Εὐλαίων, τῶν σκωλήκων. ἡ δὲ Φερετίμα, ἡ Κυρήνης βασίλισσα, ἀνθ’ ὧν ἔδρασε δίκας ἔδωκε· ζῶσα γὰρ ἐξέζεσεν εὐλέων. ὅ ἐστι σκωλήκων. ὥς φησι Βάβριος ἐν μυθικοῖς. καὶ αὖθις· ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσὶ δὲ μᾶλλον. ἢ οὕτως· φθειρσί γε μήν. ]
eta 144[ Ἠΐων· ἀχύρων. Ὅμηρος· ὡς δ’ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει. καὶ Βάβριος· οὔπω καιρός ἐστιν ἤϊα λύειν. ]
eta 447[ Ἤρα· ἐπεθύμει, ἐγλίχετο, ἐρωτικῶς εἶχεν. ὁ δὲ Ἀβραὰμ ἤρα Ῥωμαϊκῆς παρατάξεως ἀεί πως αὐτῷ γελᾶν τὴν τύχην οἰόμενος. αἰσχρᾶς τις ἤρα καὶ κακοτρόπου δούλης. Βάβριος. καὶ αὖθις· ἤρα νεκρὸν ἰδεῖν βάρβαρον καὶ ὑπ’ ἄλλου πεφονευμένον. ]
gamma 183[ Γέρανος: τὸ ὄρνεον, ἐπίκοινον τῷ γένει. Βάβριος· Λίβυσσα γέρανος ἠδὲ ταὼς εὐπήληξ χλωρὴν ἀεὶ βόσκοντο χείματος ποίην. ]
kappa 280[ Καμειραία ἰσχάς· Βάβριος· μικρὸν δ’ ἐπισχὼν εὖτ’ ἔσωθεν ἐκκύψας ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίας. ὅτι ἈναξανδρίδηςῬόδιος ἐκ Καμείρου ἦν. ]
kappa 1863[ Κνηκίας· ὁ λύκος. Βάβριος ἐν τοῖς μυθικοῖς· ὁ δ’ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης, τὸν κνηκίαν χάσκωντα λακτίσας φεύγει. τουτέστι τὸν λύκον. ]
kappa 2245[ Κωλώτης· ἀσκαλαβώτης. Βάβριος· σοφῆς ἀράχνης ἱστὸν εὗρε κωλώτης καὶ λεπτὸν ἐνέδυ φᾶρος ἐκτεμὼν τοίχου. καὶ Κωλώτης, ὁ Διόνυσος. ]
kappa 2260[ Κωμῆται· καὶ οἱ γείτονες· κώμη γὰρ ἡ γειτονία. Καλλίμαχος Ἑκάλῃ· τοῦτο γὰρ αὐτὴν κωμῆται κάλεον περιαγέες. Βάβριος· ὄνῳ τις ἐπιθεὶς ξόανον εἶχε κωμήτης. ]
kappa 2304[ Κωτίλλω· πανουργεύομαι, λαλῶ. Βάβριος· τοιαῦτα κωτίλλουσα τὴν ἀχαιΐνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. ]
kappa 2424[ Κρίμνον· διὰ τοῦ ι ἡ κριθή. παρ’ Ὁμήρῳ κατὰ ἀποκοπὴν λέγεται κρῖ· ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι. καὶ Πολύκριμνος, ἡ πολύκριθος. καὶ ἐν Ἐπιγράμμασι· αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρίμνα. καὶ Βάβριος· ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφ’ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω. Κρίμνον δὲ τὸ παχὺ τοῦ ἀλεύρου. ]
nu 122[ Νεβρείην καρδίην· Βάβριος· πεινῶσα κερδὼ καρδίην δὲ νεβρείην. ]
nu 126[ Νεβρός· ἐλάφου γέννημα, οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν καὶ νεμόμενον. ἐτυμολογεῖται δὲ νεοπόρος τις ὤν. καὶ Νεβρείη καρδία. Βάβριος· πεινῶσα κερδώ, καρδίην δὲ νεβρείην λάπτει πεσοῦσαν, ἁρπάσασα λαθραίως. ]
nu 163[ Νέμεσις· μέμψις, δίκη, ὕβρις, φθόνος, τύχη. τὴν τῶν ἀλαζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ. καὶ αὖθις· οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παιδευθῆναι συμφοραῖς. παρῆν δ’ ἡ Νέμεσις, ἣ τὰ γῆς ἐποπτεύει· ἢ καὶ ἄλλως, ἣ τἄδικ’ ἐποπτεύει. Βάβριός φησιν ἐν Μυθικοῖς. καὶ Αἰλιανός· Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια. καὶ παροιμία· Νέμεσις δέ γε πὰρ πόδας βαίνει· παρόσον μέτεισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. λήθουσα δὲ πὰρ πόδας βαίνεις, γαυρούμενον αὐχένα κλίνεις, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς. ]
omicron 332[ Ὀνεία· ἡ τοῦ ὄνου δορά. τὴν σάγην τε τοῦ κτήνους καὶ τὴν ὀνείαν προσεπέθηκεν ἐκδείρας. Βάβριός φησιν. ]
phi 644[ Φωλάδι· ἐμφωλευούσῃ. καὶ Φωλάδος, σπηλαίου κρυπτοῦ. Βάβριος· φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης. καὶ Φωλάς, εἶδος νόσου. σημαίνει δὲ καὶ τὴν κατοικίδιον ὄρνιν, τὴν ἐπῳάζουσαν καὶ κλώσσουσαν. ]
phi 718[ Φριξότριχα· ὀρθοῦντα τὰς τρίχας. Βάβριος· κοιμωμένου λέοντος ἀγρίης χαίτης διέδραμε μῦς, ὁ δὲ λέων ἐθυμώθη, φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης. καὶ Φρίσσω, τὸ πυκνῶ. ]
pi 46[ Παλαμναῖος· φονεύς, ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες, παρὰ τὴν παλάμην. καὶ Ζεὺς Παλαμναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ Προστροπαῖος, ὁ προστρέπων τὸ ἄγος αὐτοῖς. Βάβριος· οὐχὶ τὸν μῦν εἶπεν, ἡ παλαμναία, δέδοικα μή μου τὴν δορὰν δάκῃ φεύγων· χαίτην δ’ ἔμελλε τὴν ἐμὴν καταισχύνειν. ὁ λέων φησὶ περὶ μυός. καὶ αὖθις· οὐκ ἄνθρωποι ἔδοξαν εἶναι ἀλλὰ δαίμονες παλαμναῖοί τινες. Αἰλιανός· ὁ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει γοὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν. ]
pi 197[ Πανθοίνην· πανδαισίαν. Βάβριος· λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην, ἔγκατα λαφύσσων, μυελὸν ὀστέων πίνων καὶ σπλάγχνα δάπτων. λέγεται καὶ Πανθοινία. βούλομαι ἑστιάσαι σε πανθοινίαν. ]
pi 1388[ Πέταυρα· σίγνα. Βάβριος· ὁ δ’ ἐκ πεταύρου κλαγγὸν εἶπε βοήσας· πόθεν μαθήσῃ πόσον εἰς ἕω λείπει, τὸν ὡρονόμον θύσας με. ]
pi 1579[ Πίθηκος· ἡ μιμώ. Βάβριος· κερδὼ πιθήκῳ φησίν· ἣν ὁρᾷς στήλην, ἐμοὶ πατρῴη τ’ ἐστὶ κἔτι παππῴη. ]
pi 2298[ Πρίων· τὸ τεκτονικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασιν· ἰθύδρομόν τε πρίονα, μιλτίῳ βάμματι πειθόμενον. καὶ αὖθις· καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα. καὶ Βάβριος· κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων. ἀντὶ τοῦ βρύκων. ὁ πρίων ἀπῆν, οὐδ’ ᾔδειν πρίω. Ἀριστοφάνης. ἀντὶ τοῦ οὐδὲ ἐγίνωσκον τὸ πρίω ῥῆμα. οὐδὲ γὰρ ἐδεῖτο ἀγοράσαι, οἴκοι ἔχων. πάντα οὖν φησι· τοῦ ἀγροῦ φέροντος, οὐδὲν ἔδει μοι τοῦ πρίασθαι. ]
pi 3225[ Πυρρίχη· εἶδος ὀρχήσεως. τρία δέ εἰσιν εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις καὶ κορδακισμός. Βάβριος· ἐμοὶ γένοιτο κἂν ὁδῷ βαίνειν μὴ καταγέλαστον μήτι πυρρίχην παίζειν. ἡ κάμηλος. πυρρίχην ἔμαθε τὴν Κινησίου. οὗτος ὁ Κινησίας διθυραμβοποιὸς ἦν, ἐποίησε δὲ πύρριχον. ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. καὶ ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ περὶ τὸ σῶμα ὀκνηρὸς ἅμα καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ κατησχημονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος, ἤγουν κατατῖλαι. ἦν δὲ Θηβαῖος. Ἀγαθίας· ὁ δὲ Ναρσῆς συνεκρότει τὰς δυνάμεις καὶ ἐπερρώννυε τὸν θυμὸν ταῖς καθημέραν μελέταις, τροχάζειν ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἠχούσῃ. καὶ Πυρριχίζειν, μετὰ ὅπλων ὀρχεῖσθαι. καὶ Πυρρίχιος ὄρχησις. ]
sigma 850[ Σωράκους· Βάβριος· ποῦ δ’ ὀσπρίων ἦν σωρὸς ἢ πίθος σύκων στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων; ]
sigma 938[ Σπήλυγξ· σπήλαιον. Βάβριος· κοιάσω σπήλυγγος, οἷά τις νούσῳ κάμνων ἐβέβλητ’ , οὐκ ἀληθὲς ἀσθμαίνων. ]
sigma 1030[ Στελεός. εἰ μὴ γὰρ ὑμεῖς στελεὰ πάντα τίκτητε, οὐκ ἂν γεωργὸς πέλεκυν ἐν δόμοις εἶχε. Βάβριος φησὶν ὁ μυθογράφος. ]
tau 69[ Ταναγραῖοι ἀλεκτορίσκοι· οἱ μαχηταὶ καὶ θυμικοί, ὡς ἄνθρωποι. Βάβριος· ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων, οἷς φασιν εἶναι θυμὸν ὥσπερ ἀνθρώποις. καὶ παροιμία· ἀλεκτρυόνα καὶ ἀθλητὴν Ταναγραῖον. ᾄδονται δὲ εὐγενεῖς οὗτοι. καὶ ζήτει ἐν τῷ ἀλεκτρυόνα τὸ λεῖπον. ]
tau 695[ Τιττυβίζετε· ποιὸν ἦχον ἀποτελεῖτε. καὶ Βάβριος ἐπὶ χελιδόνος· ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης. ]
tau 966[ Τριγχός· τειχίον, στεφάνη, περίφραγμα. Βάβριος· λύκος παρῄει τριγχόν, ἔνθεν ἐκκύψας ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως. ὅτι Πλάτων τὴν διαιρετικὴν φιλοσοφίαν ἐξυμνῶν τριγχὸν φιλοσοφίας αὐτὴν λέγει. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License