Anaximenes of Lampsacus) - urn:cts:greekLit:tlg0547Çanakkale Province (Wikidata)
Lampsacus (Wikidata) (Pleiades)
historian (Wikidata)
rhetorician (Wikidata)
poet (Wikidata)
orator (Wikidata)
urn:cts:greekLit:tlg0547.suda001
| alpha | 1989 | [ | Ἀναξιμένης, Ἀριστοκλέους Λαμψακηνὸς, ῥήτωρ· μαθητὴς Διογένους τοῦ Κυνὸς καὶ Ζωΐλου τοῦ Ἀμφιπολίτου γραμματικοῦ, τοῦ κακίζοντος Ὅμηρον, διδάσκαλος δὲ τοῦ Μακεδόνος Ἀλεξάνδρου. εἵπετο δὲ αὐτῷ ἐν τοῖς πολέμοις. οὗτος βασιλέα Ἀλέξανδρον, θυμῷ χρώμενον ἐς Λαμψακηνοὺς τέχνῃ περιεῖλε τοιάδε. φρονούντων Λαμψακηνῶν τὰ Περσῶν, ὑπερζέων τῷ θυμῷ Ἀλέξανδρος ἠπείλει τὰ μέγιστα κακὰ ἐργάσασθαι. οἱ δὲ, ἅτε περὶ γυναικῶν καὶ παίδων καὶ τῆς πατρίδος θέοντες, ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύσοντα. Ἀλέξανδρος δὲ γνοὺς καθ’ ἥντινα αἰτίαν ἥκοι, κατωμόσατο θεοὺς, ἦ μὴν αὐτοῦ ταῖς δεήσεσι τἀναντία ἐργάσεσθαι. Ἀναξιμένης δέ, χάρισαί μοι, ἔφη, ὧ βασιλεῦ, τὴν χάριν, γυναῖκας καὶ τέκνα τῶν Λαμψακηνῶν ἀνδραποδίσασθαι καὶ τὰ ἱερὰ ἐμπρῆσαι καὶ τὴν πόλιν ἐς ἔδαφος καταβαλεῖν. Ἀλέξανδρος δὲ οὐκ ἔχων τι πρὸς τοῦτο σοφίσασθαι ἢ ἀντιμηχανήσασθαι καὶ ἐνεχόμενος τῇ ἀνάγκη τοῦ ὅρκου, συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. ἠμύνατο δὲ καὶ Θεόπομπον, τὸν Δαμοστράτου, ἐχθρὸν ὄντα Ἀναξιμένης οὐκ ἀμαθέστατα, ἀλλ’ ἐπιφθονώτατα. σοφιστὴς γὰρ ὢν καὶ σοφιστῶν λόγους μιμούμενος, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίους, συγγραφὴν λοίδορον ἐς τὸ ἀκριβέστατον μιμησάμενος· καὶ ἐπιγράψας Θεοπόμπου τὸ ὄνομα ἔπεμπεν ἐς τὰς πόλεις. καὶ ἐκ τούτου τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἐλλάδα ηὔξετο. οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς. | ] |
| epsilon | 3995 | [ | Ἔχετον· ἀντὶ τοῦ ἐχέτωσαν. δυϊκῶς. λέγετον τοῦτο Τίμαιος καὶ Ἀναξιμένης, ἔχετον δὲ καὶ Κλείταρχον αὐτοῖς νοοῦντας ἐς μίαν καὶ τὴν αὐτήν. καὶ Ἐχέτην, δυϊκῶς ἀντὶ τοῦ εἶχον. | ] |
| lambda | 105 | [ | Λαμψακηνῶν· ζήτει περὶ τῆς εἰς αὐτοὺς μήνιδος Ἀλεξάνδρου ἐν τῷ Ἀναξιμένης. | ] |
| mu | 258 | [ | Μάστειρα· ἐν ηʹ Φιλιππικῶν [+] Δημοσθένης· τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τίς γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν; μήποτε δὲ γραπτέον ἀντὶ τοῦ Μάστειραν Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον. ταύτας δὲ τὰς πολιτείας εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον [+], τὴν δὲ Μάστειραν οὐδαμοῦ. | ] |
| omicron | 104 | [ | Ὁ κάτωθεν νόμος· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους ἢ τὴν Ἡλιαίαν λέγει διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης, ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ, φησί, βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ· ἢ ἐπεί, φησί, τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικῷ [+]. ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων, Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν φησιν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικόν ἐστιν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις τοῦ εἰς τὸν πρὸς βασιλέα πολέμου. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: