Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Cassius Dio (Cassius Dio) - urn:cts:greekLit:tlg0385

Place of birth (Wikidata Statement)

Nicaea (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Nicaea (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

politician (Wikidata)

military personnel (Wikidata)

Works

urn:cts:greekLit:tlg0385.suda001 - Roman History
urn:cts:greekLit:tlg0385.suda002
urn:cts:greekLit:tlg0385.suda003
urn:cts:greekLit:tlg0385.suda004
urn:cts:greekLit:tlg0385.suda005
urn:cts:greekLit:tlg0385.suda006

beta 585[ Βύας: εἶδος ὀρνέου νυκτερινοῦ. καὶ Βύας ὤφθη· καὶ Βύαι ὤφθησαν. Δίων ἐν Ῥωμαϊκοῖς ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπιφαίνεσθαι πολλάκις λέγει. σημαίνει δὲ συμφοράς. ]
delta 1239[ Δίων, ὁ Κάσσιος χρηματίσας, ὁ ἐπίκλην Κοκκήϊος· οἱ δὲ Κοκκηϊανός· Νικαεύς, ἱστορικός, γεγονὼς ἐπὶ τῶν χρόνων Ἀλεξάνδρου τοῦ Μαμαίας. ἔγραψε Ῥωμαϊκὴν ἱστορίαν ἐν βιβλίοις πʹ· διαιροῦνται δὲ κατὰ δεκάδας. Περσικά, Γετικά, Ἐνόδια, Τὰ κατὰ Τραϊανόν, Βίον Ἀρριανοῦ [+] τοῦ φιλοσόφου. ]
delta 1371[ Δοξασίας· δόξης, ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ· προσέσται δὲ καὶ τῆς ἐμῆς δοξασίας. ]
delta 1533[ Δρομοκήρυκες· οἱ ἀγγελιαφόροι παρὰ Δίωνι. ]
epsilon 227[ Ἐδημώθη· ἐν τῷ δήμῳ διεδόθη, δῆλος πᾶσιν ἐγένετο. οὕτως Δίων ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη. ]
epsilon 238[ Ἐδικαιώθησαν· δίκαιοι ἐκρίθησαν. σημαίνει δὲ καὶ τὸ ἐναντίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκοῖς πεντεκαιδεκάτῳ· ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ ἤνεγκαν δικαιωθέντες, ἀλλ’ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι, κατεδικαιώθησαν ἐν τῷ συνεδρίῳ. πολλαχοῦ δὲ οὗτος κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου σημαινομένου, ὡς καὶ ἐν τῷ ιϛʹ· πάντες ἀποθανεῖν ἐστε ἄξιοι· οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλ’ ὀλίγους μέν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι. καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ ὁμοίως. ]
epsilon 1372[ Ἐνθυμιζόμενοι· λογιζόμενοι. οὕτως Δίων ἐν ἑπτακαιδεκάτῳ Ῥωμαϊκῶν. ]
epsilon 3116[ Ἐσάλευε καὶ Ἀπεσάλευεν· τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπ’ ἀνθρώπων. ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει, τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν. ἐπὶ δὲ ἀνθρώπων, ὡς τό, ἐφ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. σημαίνει δὲ ἡ λέξις, τὸ τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. καὶ Αἰλιανός· ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες εἰς Ἀσκληπιοῦ. ]
eta 30[ Ἤγαλλεν· ἐθεράπευεν. Δίων ἐν ιϛʹ λόγῳ Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα, καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. κέχρηνται δὲ τῇ λέξει ταύτῃ ἄλλοι τε καὶ Εὐνόμιος ὁ δυσσεβής. καὶ αὐτὸς οὗτος πολλάκις. ]
eta 373[ Ἠνδρώθησαν· ἀνδράσιν ὡμίλησαν. οὕτως Δίων πολλάκις ἐχρήσατο. ]
mu 216[ Μάρκος, βασιλεὺς Ῥωμαίων, ὁ Εὐσεβὴς ἐπικληθείς. οὗτος εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα δὴ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθόσον οὐ πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου καρτερικώτατον ἀπέδειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆς ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ’ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων, ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. ἔτη γὰρ νʹ καὶ μῆνας ιʹ ἡμέρας τε κʹ ζήσας καὶ ιθʹ ἔτη ἡμέρας ιαʹ αὐταρχήσας ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸς δὲ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἐν ῥητορικῆς καὶ φιλοσοφίας λόγοις ἀσκηθείς. ἀφ’ οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵνα ὑπ’ αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη. λέγει καὶ ἄλλους μυρίους ἐπαίνους εἰς αὐτὸν Δίων. ]
omega 226[ Ὡς ἐπίπαν· ὡς ἐπιπολύ. λέγεται δὲ τοῦτο καὶ ὡς πλήθει. Δίων [+] ὁ συγγραφεὺς πολλαχοῦ κέχρηται τῇ λέξει καὶ ἐν Ῥωμαϊκῶν ιζʹ· πέφυκε γὰρ καὶ ἄλλως ὡς πλήθει τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν· κἀκ τούτου τὸ μὲν δεδιὸς σωφρονεῖν, τὸ δὲ θαρσοῦν ἀκολασταίνειν. ἐπὶ πλέον δ’ ἐν ἐκείνῳ τοῦτ’ ἐφωράθη. καὶ ἐν ιγʹ. καίτοι πέφυκεν ὡς πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος, τὸ δ’ ὀξύρροπον ἐκ τάχους διανοίας ὑπάρχειν. ]
phi 527[ Φλέγων, Τραλλιανός, ἀπελεύθερος τοῦ Σεβαστοῦ καίσαρος, οἱ δὲ Ἀδριανοῦ φασιν· ἱστορικός. ἔγραψεν Ὀλυμπιάδας ἐν βιβλίοις ιϛʹ· ἔστι δὲ μέχρι τῆς σκθʹ ὀλυμπιάδος τὰ πραχθέντα πανταχοῦ· τὰ δὲ αὐτὰ ἐν βιβλίοις ηʹ· Ἔκφρασιν Σικελίας, Περὶ μακροβίων καὶ θαυμασίων, Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν βιβλία γʹ, Περὶ τῶν ἐν Ῥώμῃ τόπων καὶ ὧν ἐπικέκληνται ὀνομάτων, Ἐπιτομὴν ὀλυμπιονικῶν ἐν βιβλίοις βʹ, καὶ ἄλλα. τούτου τοῦ Φλέγοντος, ὥς φησι Φιλοστόργιος, ὅσον τὰ κατὰ τοὺς Ἰουδαίους συμπεσόντα διὰ πλείονος ἐπεξελθεῖν τοῦ πλάτους, Φλέγοντος καὶ Δίωνος βραχέως ἐπιμνησθέντων καὶ παρενθήκην αὐτὰ τοῦ οἰκείου λόγου ποιησαμένων. ἐπεὶ τῶν γε εἰς εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν ἑλκόντων οὐδ’ ὁτιοῦν οὐδ’ οὗτος δείκνυται πεφροντικώς, ὅνπερ οὐδ’ ἐκεῖνοι τρόπον. τοὐναντίον μὲν οὖν ὁ Ἰώσηπος καὶ δεδοικότι ἔοικε καὶ εὐλαβουμένῳ ὡς μὴ προσκρούσειεν Ἕλλησι. ]
rho 54[ Ῥᾳστώνη· ἀνάπαυσις, τέρψις, τρυφή, εὐκολία, ῥᾳθυμία, ἡδυπάθεια, χαυνότης, ἀργία. εἴρηται καὶ ῥᾳστωνεύειν ἐν τῷ ληʹ Δίωνος Ῥωμαϊκῶν. ῥᾳστώνῃ συζῶντας καὶ ἀνειμένον βίον ἀσπαζομένους. ]
sigma 981[ Στάδιον· ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι μίλιον. λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν. Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ἀντὶ τοῦ τῇ στάσει καὶ ἀκινησίᾳ τῶν σκαφῶν προδιδόμενοι σφόδρα ἠνιῶντο. καὶ Στάδιος χιτών, ὁ ποδήρης, ὁ τέλειος· παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ. καὶ Ἀριστοφάνης· δέομαι ὑμῶν τουτὶ πάνυ μικρόν, εἶναί με τῶν Ἑλλήνων ἑκατὸν σταδίοισιν ἄριστον. καὶ Σταδίᾳ μάχη. οὐδενὸς δὲ αὐτὸν ἐν σταδίᾳ μάχῃ ὑφισταμένου. ὅτι τὰ ἑπτὰ ἥμισυ στάδια ποιοῦσι μίλιον ἕν, τὰ δὲ δέκα μίλια ἔχουσι στάδια πʹ. ἄλλως· ὅτι τὸ στάδιον ἔχει πόδας χʹ, τὸ δὲ μίλιον πόδας ͵δσʹ, τὸ δὲ πλέθρον πόδας ρʹ, ἡ ἄρουρα πόδας νʹ, ὁ ποῦς δακτύλους ιϛʹ, ὁ πῆχυς πόδα αʹ ἥμισυν. ἐν Ἐπιγράμμασι· ἐν σταδίοις Ἰσθμοθήκην Νεμέᾳ. ὅτι Φιλιππίδης ὁ ἡμερόδρομος ͵αʹ καὶ φʹ στάδια ἤνυσε διὰ μιᾶς νυκτός. καὶ ζήτει ἐν τῷ Ἱππίας. ]
upsilon 206[ Ὑπεξέσχεν· ἀφίκετο. ὅτι Κάμιλλος ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπιφθονώτατος τοῖς πολίταις γενόμενος ἐγράφη ὑπὸ τῶν δημάρχων, ὡς μηδὲν ἐκ τῆς λείας τῶν πολεμίων τὸ δημόσιον ὠφελήσας· καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. οὕτω Δίων. καὶ Ἡρόδοτος· ὁ δὲ δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχεν ἐς Θεσσαλίην. ἐντεῦθεν ἀφικόμενος ἐς τὴν Ἀρκαδίαν νεώτερα ἔπρησσε πρήγματα. ὑπεξέσχεν οὖν, ἀντὶ τοῦ, ἔφυγεν, ἀπέδρασεν. ]
zeta 33[ Ζεῦγμα· Εὐνάπιος. ἡ τοῦ ποταμοῦ διάβασις, ἡ γέφυρα. ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα, ἅτε καὶ τοῦτο διὰ μελέτης ἀεὶ τοῖς στρατιώταις ὥσπερ ἄλλο τι τῶν πολεμικῶν ἀσκούμενον, ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. ἔστι δὲ ὁ τρόπος, οὐ γὰρ δὴ πάντας εἰδέναι, τοιόσδε· πλατεῖαι μέν εἰσιν αἱ νῆες, δι’ ὧν ὁ ποταμὸς ζεύγνυται, ἀνορμίζονται δὲ ὀλίγον ἄνω τοῦ ῥεύματος ὑπὲρ τὸν μέλλοντα ζεύγνυσθαι τόπον. ἐπὰν δὲ τὸ σημεῖον δοθῇ, ἀφιᾶσι πρώτην μίαν ναῦν κατὰ ῥοῦν φέρεσθαι πλησίον τῆς οἰκείας ὄχθης. ἐπὰν δὲ κατὰ τὸν ζευγνύμενον ἥκῃ τόπον, ἐμβάλλουσιν ἐς τὸ ῥεῦμα φορμὸν λίθων ἐμπεπλησμένον καλωδίῳ δήσαντες, ὥσπερ ἄγκυραν· ἀφ’ οὗ δεθεῖσα ἡ ναῦς πρὸς τῇ ὄχθῃ ἵσταται σανίσι καὶ ζεύγμασιν, ἅπερ ἄφθονα αὐτοῖς ἡ ναῦς φέρει, παραχρῆμα μέχρι τῆς ἀποβάσεως καταστρώννυται. εἶτα ἄλλην ἀφιᾶσιν ὀλίγον ἀπ’ ἐκείνης καὶ ἄλλην ἀπ’ ἐκείνης, ἔστ’ ἐπὶ τὴν ἀντιπέραν ὄχθη ἐλάσωσι τὸ ζεῦγμα. ἡ δὲ πρὸς τῇ πολεμίᾳ ναῦς καὶ πύργους ἐπ’ αὐτῇ καὶ πυλίδα καὶ τοξότας καὶ καταπέλτας φέρει. βαλλομένων δὲ τῶν βελῶν πολλῶν ἐπὶ τοὺς ζευγνύντας ὁ Κάσσιος ἀφιέναι βέλη καὶ καταπέλτας κελεύει. πεσόντων δὲ τοῖς βαρβάροις τῶν πρώτων ἐφεστηκότων ἕτεροι ἧκον. Ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες, τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιεῖται. παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν ἐς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς. κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης, μέση μὲν ἡ νύμφη, ἑκατέρωθεν δὲ ὅ τε νυμφίος καὶ ὁ πάροχος. οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὅτι μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου ὁ παροχούμενος πάροχος ἐκλήθη. καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσί τινες κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License