Δ | Διαμαρτυρία καὶ διαμαρτυρεῖν | [ | Διαμαρτυρία καὶ διαμαρτυρεῖν: τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε τῷ διώκοντι ἦν προβάλλεσθαί τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρότερον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον· εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις· Λυσίας ἐν τῇ πρὸς Ἀριστόδημον διαμαρτυρίῳ, εἰ γνήσιος ὁ λόγος. Ἰσαῖος δ' ἐν τῷ πρὸς Πύθωνα ἀποστασίου φησὶν ὅτι οὐχ οἷόν τε διαμαρτυρεῖν ξένους· Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀρισταγόρας ἀπροστασίου βʹ φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. μήποτ' οὖν ἐν μὲν ταῖς τοῦ ἀποστασίου δίκαις κεκώλυνται διαμαρτυρεῖν οἱ ξένοι, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐ κεκώλυνται. Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ' ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας. | ] |
Ε | Ἐπίδικος καὶ ἐπίκληρος καὶ ἐπίπροικος καὶ ἐπικληρῖτις | [ | Ἐπίδικος καὶ ἐπίκληρος καὶ ἐπίπροικος καὶ ἐπικληρῖτις: ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ( ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις) · ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα· ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον τὴν ἐπίκληρον ἐπικληρῖτιν κέκληκεν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: