Α | Ἀντιβληθέντος | [ | Ἀντιβληθέντος: ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. | ] |
Α | Ἀπρότων | [ | Ἀπρότων: Δείναρχος ἐν τῷ κατὰ Πυθέου ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. μήποτε γραφικὸν ἁμάρτημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἐν τισὶ δὲ γέγραπται ὥσπερ παρνόπων· εἰσὶ δ' οἱ πάρνοπες εἶδος ἀκρίδος. | ] |
Α | Ἀρρηφορεῖν | [ | Ἀρρηφορεῖν: Δείναρχος κατὰ Πυθέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι' εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ' ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο. | ] |
Β | Βασιλικὴ διαδρομή | [ | Βασιλικὴ διαδρομή: ἔοικεν ἡ γενομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστὶ τῶν Ἀθήνησιν θʹ ἀρχόντων, βασιλικὴ διαδρομὴ καλεῖσθαι· Δείναρχος κατὰ Πυθέου. | ] |
Ε | Ἐπιμελητὴς ἐμπορίου | [ | Ἐπιμελητὴς ἐμπορίου: Δείναρχος ἐν τῷ κατὰ Πυθέου. Ἀριστοτέλης ἐμπορίου δ' ἐπιμελητὰς ιʹ κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ βʹ μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν. | ] |
Κ | Καταδεδέσθαι | [ | Καταδεδέσθαι: ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. | ] |
Κ | Κοβαλεία | [ | Κοβαλεία: Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ' ἀπάτης παιδιὰ, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος βʹ Ἀτθίδος [+] οὐ γὰρ ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν ηʹ ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι. | ] |
Λ | Λαμπάδιον | [ | Λαμπάδιον: ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας. | ] |
Μ | Μητρῶιον | [ | Μητρῶιον: Λυκοῦργος ἐν τῷ κατ' Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου. | ] |
Ν | Νομοφύλακες | [ | Νομοφύλακες: ἀρχή τις παρ' Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος καθ' Ἱμεραίου καὶ ἐν τῷ κατὰ Πυθέου. Φιλόχορος δὲ ἐν τῷ ζʹ ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. | ] |
Υ | Ὑπόλογον | [ | Ὑπόλογον: Λυσίας περὶ ἀμβλώσεως, εἰ γνήσιος, οὐχ ὑπόλογον ὄντα ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. Δείναρχος ἐν τῷ κατὰ Πυθέου οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις. | ] |
Χ | Χρυσοχοεῖν | [ | Χρυσοχοεῖν: Δείναρχος ἐν τῷ κατὰ Πυθέου πάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ' οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας λέγων τί δέ ἦ δ' ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ' οὐ λόγων ἀκουσομένους ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ' ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς. ἄπρακτοι δ' ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου χρυσοχοήσειν, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί' ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος. | ] |
Χ | Χύτροι | [ | Χύτροι: Λυσίας ἐν τῷ κατ' Αἰσχίνου [+] περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς. πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: