urn:cts:greeklit:tlg2701.suda001
urn:cts:greeklit:tlg2701.suda002
urn:cts:greeklit:tlg2701.suda003
urn:cts:greeklit:tlg2701.suda004
urn:cts:greeklit:tlg2701.suda005
alpha | 324 | [ | Ἀγωγόν: ἐπακτικόν. καὶ Πισίδης· πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος. περὶ Χοσρόου ὁ λόγος. καὶ Ἀγωγοὺς. προπομπούς. | ] |
alpha | 1510 | [ | Ἅμματα: ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ἀπὸ τῶν ἐν Κασίῳ Πηλουσιωτῶν, οἱ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. Κασιώτῃ ἴσον. Ἅμματα, δεσμά. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους. καὶ αὖθις· ἁθρῶν τε στρεπτῶν ἅμματι κεκρυφάλων. καὶ Πισίδης περὶ Χοσρόου· ἐπεὶ δὲ λοιπὸν ἐντὸς ἦν τῶν ἁμμάτων, δεσμοῦσιν αὐτὸν ἀσφαλεστέρᾳ δέσει. | ] |
alpha | 2241 | [ | Ἀνεκτά· Ἀγαθίας φησὶν περὶ Θευδερίχου· πρόσοικα ἔθνη συνέλεξεν. οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέσεως ἄξια. καὶ Πολύβιος· διόπερ οὔτε τὸ λαθεῖν, οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν. ἀντὶ τοῦ δυνατόν. καὶ Πισίδης· οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη. ἀντὶ τοῦ ὑπομονῆς ἀξία. | ] |
alpha | 2751 | [ | Ἀντλία: ἡ σκάφη. αὐτὴν ἄρ’ οἴσω συλλαβὼν τὴν ἀντλίαν. ἀπὸ μεταφορᾶς τῶν πλοίων. λέγεται γὰρ ἀντλία καὶ ἡ τοῦ πλοίου ἐκροή. καὶ Πισίδης· ἐκ τῶν ἐχόντων τὰς δυσώδεις ἀντλίας. καὶ Ἄντλος, ἡ συγκομιδὴ τῶν ἀσταχύων ἐν τῇ ἅλῳ. σοὶ ταύτας ἔφ’ ἅλωος, ἐφ’ ᾇ πολὺν ἔβρασεν ἄντλον κριθῶν, καὶ λιπαρὰν εἶδε γεωμορίην. | ] |
alpha | 3499 | [ | Ἀπορρῆξαι τὴν ψυχήν: ἐκπνεῦσαι. ἀπορρῆξαι τὴν ψυχὴν διψῶντα μόλις καὶ ὀψὲ τούτου τυχόντα. καὶ Ἀπορρήξουσι, λαλήσουσι. Πισίδης· οὓς εἰ σιωπήσαιμεν, οἱ λίθοι τάχα φωνὰς ἀπορρήξουσι τῶν πεπραγμένων. | ] |
alpha | 3542 | [ | Ἀπόσπονδον: ἐχθρὰν, μισητήν. Πισίδης· ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ἀσμάτων. | ] |
alpha | 4390 | [ | Ἀτρόμητος: ὄνομα κύριον. καὶ ὁ ἄφοβος. ἐν Ἐπιγράμμασι· ταύρου βαθὺν τένοντα καὶ σιδηρέους Ἄτλαντος ὤμους καὶ κόμην Ἡρακλέους σεμνάν θ’ ὑπήνην καὶ λέοντος ὄμματα Μιλησίου γίγαντος οὐδ’ Ὀλύμπιος Ζεὺς ἀτρόμητος εἶδε. καὶ Ἀτρόμως, ἀφόβως. φεύγων ἀτρόμως καὶ τρέχων ὑποστρέφει. περὶ τοῦ Πέρσου Πισίδης. | ] |
alpha | 4690 | [ | Ἄχειρος: ὁ χειρὸς ἐστερημένος, κατὰ μεταπλασμόν. Πισίδης· ἄπους, ἄχειρος, οὐ βαρεῖ τὸν αὐχένα· πλήρεις ἑκάστῳ τῶν μελῶν αἱ συνθέσεις. περὶ τῆς Χοσρόου ὠμότητός φησι. | ] |
beta | 57 | [ | Βάκχος: οὕτως οὐ μόνον τὸν Διόνυσον ἐκάλει, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια· οὐ μὴν καὶ τοὺς κλάδους οἱ μύσται φέρουσιν. ἔστι δὲ καὶ στεφάνου εἶδος. Βάκχοισιν κεφαλὰς πολυανθέσιν ἐστέψαντο. καὶ Πισίδης· πολλοὺς δὲ Βάκχους ἦν ὁρᾶν ἀκουσίως τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους. | ] |
beta | 592 | [ | Βύουσι: φράττουσι, καλύπτουσιν. ἔνθεν καὶ ἀκρόβυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων. Πισίδης· ἐρῶ δέ σοι νῦν, εἴπερ οὐ βύειν θέλεις. | ] |
gamma | 170 | [ | Γεώργιος, διάκονος τῆς μεγάλης ἐκκλησίας καὶ χαρτοφύλαξ, τὸ ἐπίκλην Πισίδης. Ἑξαήμερον δι’ ἰάμβων εἰς ἔπη τρισχίλια, Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ Εἰς τὸν κατὰ Περσῶν πόλεμον, ἔτι τε Ἀβαρικὰ καὶ καταλογάδην Ἐγκώμιον εἰς τὸν μάρτυρα Ἀναστάσιον. | ] |
gamma | 263 | [ | Γιγαντιᾷ: τὰ τῶν Γιγάντων φρονεῖ. Πισίδης περὶ Χοσρόου· γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει. καὶ Γιγαντιαῖον ὄνομα, τὸ μέγα. καὶ Γιγαντολέτειρα, ἡ τοὺς Γίγαντας ὀλοῦσα. καὶ Γιγαντολέτις, ὁμοίως θηλυκῶς. καὶ Γιγαντολέτωρ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: