Theophylact Simocatta) - urn:cts:greekLit:tlg3130Egypt (Wikidata)
historian (Wikidata)
writer (Wikidata)
| alpha | 3361 | [ | Ἀποκναίειν: ἐνοχλεῖν, παρεκτείνειν. τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περιπατῶν. Μένανδρος Μισουμένῳ. οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆς ἀρετῆς τὸν ἄνδρα, λέγω δὴ τὸν Ἡρακλέα, ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα. φησὶ Σιμόκατος Θεοφύλακτος. καὶ αὖθις· οἱ ἄνθρωποι ἐπὶ Ἰουστινιανοῦ ὑπὸ τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοις ὀφλημάτων ἀειρύτοις τισὶ, δυσθανατοῦντες ἀκούσιοι διεβίωσαν. | ] |
| beta | 372 | [ | Bομβεῖ καὶ Περιβομβεῖ. Σιμοκάτης· ὡς δὲ τὸ Περσικὸν περιεβόμβει τρανέστερον, παρεδριμύττετο τὸ πολέμιον. Βόμβος δὲ ὁ ἦχος τῶν μελισσῶν. βόμβος, ψόφος τις. | ] |
| gamma | 116 | [ | Γέλως πλατύς· ὁ δὲ Πέρσης ἐς τοσοῦτον ἐληλάκει φρυάγματος ὡς γέλωτα τῶν ἀγγελλόντων καταχέειν πλατύν. Σιμοκάτης φησί. | ] |
| delta | 1236 | [ | Διώμοτος. διωμότους συνίστασθαι τοῖς διαφερομένοις ἐκέλευε τοὺς ῥήτορας. τουτέστι τοὺς συνηγόρους. ὅτι ὁ Σιμόκατος ἐπὶ τοῦ ὅρκου ἐχρήσατο τῷ διωμοσία λέγων· οἱ Μαυρούσιοι διωμοσίαν κατὰ τῶν Ῥωμαίων ἐποιήσαντο. | ] |
| epsilon | 134 | [ | Ἐγκύκλιος· ἡ ἐτήσιος τῶν χρημάτων δόσις. τοῦ δὲ Χαγάνου τοῦ ἡγεμόνος τῶν Ἀβάρων ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον, ὃν ἀν’ ἔτος ἕκαστον παρὰ Ῥωμαίων ἐλάμβανον. καὶ αὖθις· ὁ δὲ στρατηγὸς τὰς ἐγκυκλίους διανομὰς τῶν χρημάτων αὐτοῖς ἐποιήσατο. Θεοφύλακτος Σιμοκάτης. καὶ αὖθις· ἡ ἐγκύκλιος τῶν χρημάτων ἐπίδοσις τῷ Ῥωμαικῷ ἐχεῖτο συντάγματι. Ἐγκύκλια λέγεται καὶ τὰ ποιητικά. | ] |
| epsiloniota | 267 | [ | Εἰσήρρησεν· εἰσεφθάρη. Ἀριστοφάνης· ἀφ’ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθεν, εἰσεπήδησεν. ὡς βίᾳ καὶ ἀναιδῶς αὐτοῦ τῇ πολιτείᾳ προσελθόντος. καὶ αὖθις· ὁ δὲ προτερήσας εἰσήρρησεν αὐτόθι. γράφεται δὲ καὶ εἰσέφρησε, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι. σημαίνει δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. καὶ Σιμόκατος· λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσιν, ὡς ἥλω ἡ πόλις. καὶ Εἰσεφθαρμένου, ἀντὶ τοῦ εἰσπηδήσαντος ἐπὶ λύμῃ καὶ καταφθορᾷ. εἰσεφθαρμένου δὲ αὐτοῖς οὐκ ὀλίγου συντάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: