Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Hermias Alexandrinus (Hermias) - urn:cts:greekLit:tlg2317

Place of birth (Wikidata Statement)

Alexandria (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Alexandria (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

alpha 4497[ Αὐτοκίνητον. αὐτοφυές. τῷ δὲ Ἑρμείᾳ τῷ φιλοσόφῳ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθείᾳ. ]
gamma 453[ Γρηγόριος, ἀδελφὸς Ἑρμείου τοῦ φιλοσόφου· ὃς ἅπαν τοὐναντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπί τε τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκός. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰς Ἀλεξάνδρειαν, ὕστερον ὁ Γρηγόριος ἑάλω τῇ νόσῳ ἐπὶ τὸ πλέον, ὥστε δύσχρηστον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέσθαι τὸ ὄργανον. οὕτω φησὶ Δαμάσκιος εἰς τὴν φιλόσοφον ἱστορίαν. ]
alphaiota 79[ Αἰδεσία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προσήκουσα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίστη καὶ ἀρίστη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπλησία, ἁπλῆ καὶ γενναία καὶ δικαιοσύνης οὐδὲν ἧττον ἢ σωφροσύνης ἐπιμεληθεῖσα διὰ βίου παντός· τὸ δὲ ἐξαίρετον αὐτῆς φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺς δεομένους, ὥστε καὶ τοῦ Ἑρμείου τελευτήσαντος ἐπὶ παισὶν ὀρφανοῖς ἀπολειφθεῖσα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰς τὰς εὐποιΐας. τοιγάρτοι καὶ ὑπόχρεων τοῖς υἱέσι τὸν βίον ἐποίησεν, ἐφ’ ᾧ καὶ μέμψασθαί τινες αὐτὴν ἐπεχείρουν. ἡ δὲ ἕνα θησαυρὸν ἡγουμένη τῆς ἀμείνονος ἐλπίδος, εἴ τις ἐθέλοι τοῖς ἱεροῖς καὶ ἐπιεικέσιν ἀνθρώποις ἐπικουφίζειν τὰ ἄχθη τῆς χρησμοσύνης, οὐδενὸς ἐφείδετο διὰ τὸν ἔλεον τῆς κατὰ τὰ ἀνθρώπεια τύχης· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιστα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοσοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸς ἐπιστήμην αὐτοῖς παραδοῦναι καθάπερ κλῆρόν τινα πατρῴας οὐσίας. ἥ γε καὶ τὴν δημοσίαν τῷ πατρὶ σίτησιν διδομένην τοῖς παισὶ διεφύλαξε νέοις ἔτι οὖσιν, ὡς ἐφιλοσόφησαν· ὅπερ οὐκ ἴσμεν οὐδὲ ἀνδρῶν ἕτερον πεποιηκότα, μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶσι τιμὴ καὶ αἰδὼς οὐκ ὀλίγη τῆς Αἰδεσίας. ἀλλ’ ἐπεὶ καὶ συνέπλευσε τοῖς υἱέσιν Ἀθήναζε στελλομένοις ἐπὶ φιλοσοφίαν, ἐθαύμασεν αὐτῆς τὴν ἀρετὴν ὅ τε ἄλλος χορὸς τῶν φιλοσόφων καὶ ὁ κορυφαῖος Πρόκλος. αὕτη ἐστὶν Αἰδεσία, ἣν κόρην οὖσαν ἔτι τῷ Πρόκλῳ κατεγγυήσειν ἔμελλεν ὁ Συριανός, εἰ μὴ θεῶν τις ἀπεκώλυσεν ἐπὶ γάμον ὁρμῆσαι τὸν Πρόκλον. τὰ δὲ πρὸς θεὸν εὐσεβὴς οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάναι θεοφιλής, ὥστε πολλῶν ἐπιφανειῶν ἀξιοῦσθαι. ἡ δὲ Αἰδεσία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη. καὶ ταύτην ἐπίσταμαι γραῦν γυναῖκα, καὶ ἐπ’ αὐτῇ τεθνεώσῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεσθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖς ἔπεσι κεκοσμημένον ἔτι νέος ὢν τότε καὶ κομιδῆ μειράκιον. ταύτης δὲ παῖδες ἀπὸ τοῦ Ἑρμείου νεώτερος μὲν Ἡλιόδωρος, πρεσβύτης δὲ Ἀμμώνιος. οὗτος μὲν οὖν εὐφυέστερος ἦν καὶ φιλομαθέστερος, ὁ δὲ ἁπλούστερος καὶ ἐπιπολαιότερος ἔν τε τοῖς ἤθεσιν ἔν τε τοῖς λόγοις. ἄμφω μὲν γὰρ ἐφιλοσοφησάτην ὑπὸ Πρόκλῳ μετὰ τῆς μητρὸς ὡς αὐτὸν ἀφικομένω παιδαγωγούσης. καὶ ὁ Πρόκλος αὐτοῖς προσεῖχε τὸν νοῦν ἐπιμελέστερον ὡς παισὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρός, παισὶ δὲ Αἰδεσίας, τῆς γένει Συριανῷ προσηκούσης καὶ ἅμα σφίσι τὸ τηνικαῦτα παρούσης. ἀφίκετο μὲν δὴ σὺν αὐτοῖς Ἀθήναζε καὶ ἹέραξΣυνεσίου ἀδελφός. ]
epsilon 3035[ Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκάλων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής. ]
epsilon 3036[ Ἑρμείας· οὗτος ὁ φιλόσοφος ἐπιεικὴς φύσει καὶ ἁπλοῦς τὸ ἦθος. φιλοσοφήσας δὲ ὑπὸ τῷ μεγάλῳ Συριανῷ φιλοπονίᾳ μὲν οὐδενὸς ἐλείπετο τῶν ἑταίρων, οὐδὲ αὐτοῦ γε συνακροωμένου τοῦ πάλαι Πρόκλου γεγονότος ὕστερον· οὐδὲ ἔρωτος μαθημάτων, οἷα παρέχεται φιλοσοφία τῷ ὄντι ἀξιέραστα. ἀγχίνους δὲ καὶ ὀξὺς σφόδρα ἦν ὥστε ὀμωμοκέναι λέγεται πρὸς τὸν Αἴγυπτον τελευτῶντα ἀθάνατον εἶναι καὶ ἀνώλεθρον τὴν ψυχήν. ἐποίει δὲ τοῦτο τὸ θάρρος ἡ εὐζωΐα ἀναινομένη τὴν τοῦ σώματος φύσιν καὶ εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ συναισθανομένη τοῦ χωρισμοῦ καὶ ἄντικρυς ἤδη τῆς ἀθανασίας. ἦν γὰρ τὰ μὲν περὶ λόγους ἐνδεέστερος ἢ κατὰ τὴν ἀκρίβειαν, τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος· ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι, μηδ’ αὖ μισῆσαι τὸν φθόνον. τοσαύτη πρᾳότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοσύνη. τοιγαροῦν εἴ τι πρίαιτο τῶν πωλουμένων( συχνὸν δ’ ἐπὶ βιβλίοις τοῦτο συνέβαινεν) , ὁ μὲν πωλῶν ἰδιώτης ὤν, ἂν οὕτω τύχῃ, τίμημα μὲν ἀπῄτει τῆς ἀξίας ἔλαττον, ὁ δὲ Ἑρμείας ἐπηνωρθοῦτο τὴν πλάνην, καὶ πλείονος εἶναι φήσας ἄξιον τὸ βιβλίον τοσοῦτον ἂν ἐπέδωκεν, οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. καὶ γὰρ ἐνέδραν τινὰ ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, ὥστε καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον, ἀλλὰ κλοπιμαίαν, οὐδὲ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. τοιοῦτος ἦν ὁ Ἑρμείας. ]
pi 137[ Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώτερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέγιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρχεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συνέσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοικεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπεθάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. ]
pi 2251[ Πρέσβεις· ὅτι οὗτοι ἦσαν οἱ φιλόσοφοι οἱ ἐς Περσίδα διαπρεσβευσάμενοι σὺν Ἀρεοβίνδῳ· ΔαμάσκιοςΣύρος, ΣιμπλίκιοςΚίλιξ Εὐλάλιος τε ὁ Φρύξ, ΠρισκιανὸςΛυδός, Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης, ἸσίδωροςΓαζαῖος. οὗτοι πάντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ· καὶ ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος ἐς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ὡς γὰρ οἱ Ῥωμαῖοι καὶ Πέρσαι σπονδὰς ἔθεντο καὶ συνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγραμμένων τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας ἐς τὰ σφέτερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License