Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Libanius (Libanius) - urn:cts:greekLit:tlg2200

Place of birth (Wikidata Statement)

Antioch (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Antioch (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

rhetorician (Wikidata)

writer (Wikidata)

alpha 784[ Ἀκάκιος· ῥήτωρ δεινότατος, ἐπὶ Ἰουλιανοῦ καὶ Λιβανίου τοῦ σοφιστοῦ. ὃς ἐπεκάλει τὸν Ἰουλιανὸν καὶ διεμέμφετο τὰς κρίσεις αὐτοῦ σὺν Τουσκιανῷ τῷ ἐκ Φρυγίας, καὶ αὐτῷ ῥήτορι ὄντι δεινῷ. ]
alpha 984[ Ἀκρισία: ἡ ἀδιακρισία· ἡ κακὴ κρίσις. καὶ Λιβάνιος· οὐκοῦν ἀκρισία μὲν ἐν ἀμφοῖν· ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. καὶ ἄλλο κατὰ μετριασμόν. γυναικός τινος, Δανάης ὄνομα, δυσπειθῶς πρός τινα δίκην ἀπαντώσης, σοφός τις πρὸς αὐτὴν ἀπεφθέγξατο· κρίθητι καὶ σύ· οὐκ εἶ Δανάη ἡ Ἀκρισίου θυγάτηρ. ]
alpha 3397[ Ἄπολινάριος, Λαοδικεὺς τῆς Συρίας, γεγονὼς ἐν ἡμέραι Κωνσταντίου καὶ Ἰουλιανοῦ τοῦ Παραβάτου καὶ ἕως τῆς ἀρχῆς Θεοδοσίου τοῦ μεγάλου, σύγχρονος Βασιλείου καὶ Γρηγορίου, τῶν ἐκ Καππαδοκίας θαυμαζομένων. ἐγένετο δὲ καὶ γνώριμος ἀμφοτέρων καὶ Λιβανίου τοῦ σοφιστοῦ καὶ ἄλλων τινῶν. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλείω καὶ ἐς φιλοσοφίαν ἐξήσκητο καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυσσεβοῦς τόμους λʹ, καὶ δι’ ἡρώων ἐπῶν πᾶσαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε δὲ ἐπιστολὰς καὶ ἄλλα πολλὰ εἰς τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε Ἀπολιναρίου καὶ Φιλοστόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ καί φησιν· Ἀπολινάριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας, καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας, καὶ Γρηγόριος ἐν τῆ Nαζιανζῷ· σταθμὸς δὲ οὗτος ὁ τόπος ἐστὶ τῆς αὐτῆς Καππαδοκίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Ἀπολινάριος. οὗτος γὰρ δὴ καὶ τῆς Ἑβραΐδος διαλέκτου ἐπαίειν οἰός τ’ ἦν. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδος τῆς λέξεως μακρῷ ἄριστα εἷχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἷχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἷς ὡρῶντο καὶ οἶς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τοὺς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος Ἀρειανὸς ἔγραψεν. ]
beta 169[ Bασκαίνω σοι ἀεί· ὁ δὲ Λιβάνιος αἰτιατικῇ· τὸν προσήκοντα βασκαίνουσι. ]
epsilon 3407[ Εὐδαίμων, Πηλουσιώτης, γραμματικός, σύγχρονος Λιβανίου τοῦ σοφιστοῦ· πρὸς ὃν καὶ διαφόρως φαίνεται γράφων. οὗτος ἔγραψε ποιήματα διάφορα, Τέχνην γραμματικήν, Ὀνοματικὴν ὀρθογραφίαν. ]
eta 174[ Ἥκιστα· οὐδαμῶς, οὐχ ἧττον. καὶ Λιβάνιός φησιν· εἴ τινα ἄλλον τρόπον, ὃν ἥκιστα ὤφθη μετελθὼν ὁ ἐπὶ τῇ φιάλῃ ἔμπορος. ἥκιστα δ’ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ ποτέ. ὁ δὲ Δομετιανὸς ὕπατον αὐτὸν ἀποφήνας ὡς ἥκιστα ἐπιφανῆ πιστεύει τὴν στρατιὰν πρὸς Κελτούς. καὶ αὖθις· τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν. Ξενοφάνης ἔφη· τοῖς τυράννοις ἐντυγχάνειν ὡς ἥκιστα ἢ ὡς ἥδιστα. καὶ αὖθις· ἥκιστα μελῆσαν αὐτοῖς τῆς ἀληθείας. ἀντὶ τοῦ οὐδαμῶς. Ἰάμβλιχος· ἀνὴρ ἐπιστάμενος ἥκιστα ψεύδεσθαι, φίλος δὲ εἴπερ τις ἄλλος ἀληθείᾳ. καὶ αὖθις· ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ἑαυτὴν διέφθειρε. καὶ αὖθις· τὸ δαιμόνιον πάντα ἐφορᾷ καὶ ἥκιστα βούλεται ταῖς τιμωρίαις ἀπαραιτήτους τε καὶ ἀμειλίκτους εἶναι. Οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ πάνυ, μάλιστα. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License