Timaeus) - urn:cts:greekLit:tlg1733Taormina (Wikidata) (Pleiades)
Tauromenium (Wikidata) (Pleiades)
ancient Syracuse (Wikidata)
historian (Wikidata)
writer (Wikidata)
| alpha | 117 | [ | Ἀγαθοκλῆς· οὗτος ἐγένετο τύραννος καὶ, ὥς φησι Τίμαιος, κατὰ τὴν πρώτην ἡλικίαν κοινὸς πόρνος, ἕτοιμος τοῖς ἀκρατεστάτοις, κολοιὸς, τριόρχης, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονώς. ὃς ὅτε ἀπέθανε, τὴν γυναῖκα φησὶ κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ σέ; τί δ’ οὐκ ἐμὲ σύ; ὅτι δὲ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰς γὰρ τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα ἔτη γεγονὼς, καὶ μετά τινα χρόνον ὁρμηθεὶς ὑπὸ τοιαύτης ὑποθέσεως, κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστοις δὲ κινδύνοις περιέστησε Καρχηδονίους, τέλος ἐγγηράσας τῇ δυναστείᾳ, κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος. | ] |
| alpha | 3930 | [ | Ἀριστοτέλης· Τίμαιός φησι κατὰ Ἀριστοτέλους εἶναι αὐτὸν εὐχερῆ, θρασὺν, προπετῆ· ἀλλ’ οὐ σοφιστὴν ὀψιμαθῆ, μισητὸν ὑπάρχοντα, καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀποκεκλεικότα, καὶ πρὸς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα. πρὸς δὲ γαστρίμαργον, ὀψαρτυτὴν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι. ὅτι Ἀριστοτέλης τῆς φύσεως γραμματεὺς ἦν, τὸν κάλαμον ἀποβρέχων εἰς νοῦν· ὅν οὐδὲν ἴσως ἐχρῆν τῶν χρησίμων, εἰ καὶ τεχνικώτερόν ἐστι καὶ περιττότερον ἐξειργασμένον, παραιτεῖσθαι. καὶ Ἀριστοτέλειος λόγος. | ] |
| delta | 132 | [ | Δαιτρός· προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις. οὕτως γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρὸ καὶ λέγει· δαιτὸς ἐΐσης. ἰσομοίρου τροφῆς. ἢ Δαιτρός, ὁ διαιρῶν καὶ διανέμων τὰ κρέα. ὅτι Τίμαιός φησι, τοὺς ποιητὰς καὶ τοὺς συγγραφεῖς διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐμφαίνειν τὰς ἑαυτῶν φύσεις, λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆς ποιήσεως γαστρίμαργον παρεμφαίνειν, τὸν δὲ Ἀριστοτέλην ὀψαρτύοντα, ὀψοφάγον εἶναι καὶ λίχνον, τὸν δὲ Διονύσιον τὸν τύραννον κλινοκοσμοῦντα καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζόμενον συνεχῶς. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν, καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν. | ] |
| delta | 368 | [ | Δεισιδαιμονία· εὐλάβεια περὶ τὸ θεῖον, δειλία, ἀμφιβολία περὶ τὴν πίστιν. καὶ Δεισιδαίμων, οἱονεὶ δεδοικώς. ὁ Ἀπόστολος· ἄνδρες Ἀθηναῖοι, ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ἀντὶ τοῦ θεοσεβεῖς. καὶ Κρίτων ἐν τοῖς Γετικοῖς φησιν· οἱ δὲ βασιλεῖς τῶν Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δεισιδαιμονίαν καὶ ὁμόνοιαν αὐτοῖς ἐνεργασάμενοι μεγάλων ἤδη ἐφίενται. καὶ Πολύβιος ὁ Μεγαλοπολίτης περὶ Τιμαίου φησίν· οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαιμονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. ὅτι Ἀσκληπιόδοτος ὅσιος ἦν καὶ εὐσεβὴς καὶ τὰ μὲν πρῶτα δεισιδαίμων ἐγεγόνει καὶ εὐλαβὴς οὕτως σφόδρα ὥστε μήτε θύειν ἀνέχεσθαι μήτε τινὸς ἀπορρήτου μηδενὸς ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆς γενέσεως ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐσέβεια μέση τυγχάνει ἀσεβείας καὶ δεισιδαιμονίας. ὅτι δεισιδαιμονία ἡ ἄκαιρος παρρησία. ὁ Πύρρος γὰρ συλῶν τὰ χρήματα τῆς Φερσεφόνης ἐπισκώψας ἔφη· ἡ ἄκαιρος θεοσέβεια δεισιδαιμονία ἐστί, καὶ τὸ συλλέξαι πλοῦτον ἄπονον εὐβουλία. | ] |
| delta | 472 | [ | Δημοχάρης· ἀδελφιδοῦς Δημοσθένους. περὶ οὗ Τίμαιός φησιν ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δὲ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντότερα γράφων. Πολύβιος δὲ λέγει πρὸς Τίμαιον· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. οὐδ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τ ἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. ἠξιώθη δὲ ὁ Δημοχάρης καὶ στρατηγίας παρ’ Ἀθηναίοις καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν αὐτῷ συνεξέδραμε, τοιαύταις ἀτυχίαις παλαίοντι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: