Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Diagoras (Diagoras of Melos) - urn:cts:greekLit:tlg0371

Place of birth (Wikidata Statement)

Milos (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Corinth (Wikidata)

Significant Place (Wikidata Statement)

Milos (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

sophist (Wikidata)

writer (Wikidata)

philosopher (Wikidata)

dithyrambic poet (Wikidata)

Works

urn:cts:greekLit:tlg0371.suda001

alpha 3493[ Ἀποπυργίζοντας λόγους· οὓς ἔγραψε Διαγόρας Ἄθεος, ἀνόχῳρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. ]
delta 523[ Διαγόρας, Τηλεκλείδου, ἢ Τηλεκλύτου, Μήλιος, φιλόσοφος καὶ ᾀσμάτων ποιητής· ὃν εὐφυᾶ θεασάμενος ΔημόκριτοςἈβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεσβύτερος· ἤκμαζε τοίνυν οηʹ Ὀλυμπιάδι. καὶ ἐπεκλήθη Ἄθεος διότι τοῦτο ἐδόξαζεν, ἀφ’ οὗ τις ὁμότεχνος αἰτιαθεὶς ὑπ’ αὐτοῦ ὡς δὴ παιᾶνα ἀφελόμενος, ὃν αὐτὸς ἐπεποιήκει, ἐξωμόσατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ ὕστερον ἐπιδειξάμενος αὐτὸν εὐημέρησεν. ἐντεῦθεν οὖν ὁ Διαγόρας λυπηθεὶς ἔγραψε τοὺς καλουμένους Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. κατοικήσας δὲ Κόρινθον ὁ Διαγόρας αὐτόθι τὸν βίον κατέστρεψεν. ]
delta 524[ ΔιαγόραςΜήλιος· ἐπὶ τῶν ἀθέων καὶ ἀπίστων καὶ ἀσεβῶν. οὗτος γὰρ μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις· τὰ δὲ μυστήρια οὕτως ηὐτέλιζεν ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. τοῦτο οὖν ἐκήρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, τῷ μὲν ἀποκτείναντι τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο, κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέπων. φησὶν οὖν Ἀριστοφάνης ἐν Ὄρνισι· τῇδε μέντοι θἠμέρᾳ μάλιστ’ ἐπαναγορεύεται· ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον· ἤν τε τῶν τυράννων τις τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν. τεθνηκότι, τουτέστι τῶν ἐπὶ θανάτῳ φευγόντων. ἐν ὑπερβολῇ δὲ εἴρηται, τοὺς τεθνηκότας ἀποκτείνειν. ]
epsilon 2916[ Ἔρρε· φθείρου. ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε πόθ’ ᾅδαν· ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον, ὧν ἔτεκον. ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες Ἐπίκουροι καὶ πᾶς ὁ λοιπὸς τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρεσθε. ]
iota 15[ Ἴακχος· ὕμνος εἰς Διόνυσον. ᾄδουσι τὸν Ἴακχον, ὥσπερ Διαγόρας. τοῦτόν φασιν Ἄθεον κεκλῆσθαι. γέγονε δὲ καὶ ἕτερος, κωμῳδούμενος ἐπὶ μεγέθει. Ἕρμιππος ἐν Μοίραις· μείζων γὰρ ἦν. νῦν δ’ ἔστι καὶ δοκεῖ δή μοι, ἐάν τις ἐπιδιδῷ τῆς ἡμέρας, μείζων ἔσται Διαγόρου τοῦ Τερθρέως. ]
pi 3200[ Πυργίσκοι καὶ Θησαυροφυλάκια· σκεύη κατ’ οἶκον. καὶ Ἀποπυργίζω. Διαγόρας ἔγραψε τοὺς Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης· ἄθεος γὰρ ἦν τὸ πρότερον. ]
sigma 830[ Σωκράτης, Σωκράτους. ΣωκράτηςΜήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. ἐπὶ τῶν ἀπόρρητά τινα λεγόντων. ἔστι δὲ παρ’ ἱστορίαν· Ἀθηναῖος γὰρ ὁ Σωκράτης· ἀλλ’ ἐπεὶ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην ὡς ἄθεον διαβάλλει. διὰ δὲ τὴν ζήτησιν, ὁπόσους ἅλλοιτο ἡ ψύλλα πόδας ἔχουσα. ἢ Μήλιος, ὥς τινες ἐξεδέξαντο, ὁ τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνων, πρὶν εἰσελθεῖν ἠγριωμένας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό· οἱ δὲ παρέλαβον αὐτό. Διαγόρας· ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεοσεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀποστερηθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν. ἐφ’ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν. ἐγένετο δὲ καὶ Ἀρισταγόρας Μήλιος, διθυραμβοποιός· ὃς τὰ Ἐλευσίνια μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺς Μηλίους ἀσεβείᾳ κωμῳδοῦσι. τάττεται δὲ καὶ ἐπὶ τῶν βλασφήμων. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License