Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Sappho (Sappho) - urn:cts:greekLit:tlg0009

Places of birth (Wikidata Statement)

Eresos (Wikidata) (Pleiades)

Lesbos (Wikidata) (Pleiades)

Mytilene (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Lefkada (Wikidata) (Pleiades) (Pleiades)

Significant Place (Wikidata Statement)

Lesbos (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

composer (Wikidata)

author (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0009.suda001
urn:cts:greekLit:tlg0009.suda002
urn:cts:greekLit:tlg0009.suda003
urn:cts:greekLit:tlg0009.suda004
urn:cts:greekLit:tlg0009.suda005

alpha 651[ Ἀηδών. καὶ ἀηδοῦς· ὡς Σαπφὼ κατὰ Μιτυληναίους. Σοφοκλῆς· οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ᾄσει δύσμορος· ἀλλ’ ὀξυτόνους ὠδὰς θρηνήσει, χερόπληκτοι δὲ στέρνοις πεσοῦνται δοῦποι. καὶ αὖθις· Οὐδ’ ὅσον ἀηδόνες ὑπνώουσιν. ἐπὶ τῶν ἀγρυπνούντων. καὶ αὖθις· ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρε φρένας ἃ Ἴτυν αἰὲν ὀλοφύρεται ὄρνις ἀτυζομένα Διὸς ἄγγελος. Ἀττικῶς ἄραρέ με. αὕτη ἴση μοι ταῖς φρεσίν, ἀντὶ τοῦ σύμφωνα πράσσομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοσταί μου ταῖς φρεσί, τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀξίως τὸν Ἴτυν στενάζουσαν. Διὸς δὲ ἄγγελος ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ σημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηρος· χλωρηῒς ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος. ἢ ἄγγελος οἷον τέρας τὸ παῤ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως. καὶ Σαπφώ· ἦρος ἄγγελος ἡμερόφωνος ἀηδών. Ἀηδὼν δὲ ἀηδόνος, συστέλλει. ]
alpha 1482[ Ἀμάμυξις: σταφυλῆς γένος. οἱ δὲ τὴν ἀναδενδράδα οὕτως καλεῖσθαι. ἔστι δὲ καὶ παρ’ Ἐπιχάρμῳ καὶ παρὰ Σαπφοῖ τὸ ὄνομα. ]
alpha 1846[ Ἀναδενδράδα: σταφυλῆς γένος. οἱ δὲ τὴν ἀμάμυξιν οὕτω καλεῖσθαι εὕρηται δὲ καὶ παρὰ Ἐπιχάρμῳ καὶ Σαπφοῖ τὸ ὄνομα. ]
alpha 3071[ Ἀπεστώ· ὥσπερ Σαπφώ. παρὰ Καλλιμάχῳ ἡ ἀποδημία. ]
alphaiota 334[ Αἴσωπος, ΣάμιοςΣαρδιανός, Εὐγείτων δὲ Μεσημβριανὸς εἶπεν, ἄλλοι Κοτυαέα Φρύγα. ἐγένετο δὲ λογοποιός, ὅ ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων. διέτριψε δὲ παρὰ Κροίσῳ φιλούμενος, τοῖς χρόνοις πρὸ Πυθαγόρου· ὃς μεσοῦν ἐπὶ τῆς μʹ Ὀλυμπιάδος. ἔγραψε τὰ ἐν Δελφοῖς αὐτῷ συμβάντα ἐν βιβλίοις βʹ. μᾶλλον δέ τινές φασι τὸν Αἴσωπον ἀποκρίματα γεγραφέναι μόνον. ἐν γὰρ Δελφοῖς ἀδίκως ἀπολέσθαι ὑπ’ αὐτῶν κατακρημνισθέντα ἀπὸ τῶν Φαιδριάδων καλουμένων πετρῶν κατὰ τὴν νδʹ Ὀλυμπιάδα. οἰκέτην δὲ γενέσθαι Ξάνθου τοῦ Λυδοῦ, ἄλλοι ἀνδρός τινος Σαμίου Ἰάδμονος, οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν· ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. ]
chi 99[ Χάραξος· ὁ Σαπφοῦς ἀδελφός. ]
delta 1496[ Δράκων, Στρατονικεύς, γραμματικός. Τεχνικά, Ὀρθογραφίαν, Περὶ τῶν κατὰ συζυγίαν ὀνομάτων, Περὶ ἀντωνυμιῶν, Περὶ μέτρων, Περὶ σατύρων, Περὶ τῶν Πινδάρου [+] μελῶν, Περὶ τῶν Σαπφοῦς [+] μέτρων, Περὶ τῶν Ἀλκαίου [+] μελῶν. ]
eta 521[ Ἤριννα, ΤεΐαΛεσβία, ὡς δὲ ἄλλοι Τηλία· Τῆλος δέ ἐστι νησίδιον ἐγγὺς Κνίδου· τινὲς δὲ καὶ Ῥοδίαν αὐτὴν ἐδόξασαν. ἦν δὲ ἐποποιός. ἔγραψεν Ἠλακάτην· ποίημά δ’ ἐστιν Αἰολικῇ καὶ Δωρίδι διαλέκτῳ, ἐπῶν τʹ. ἐποίησε δὲ ἐπιγράμματα. τελευτᾷ παρθένος ἐννεακαιδεκέτις. οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἶσοι Ὁμήρῳ. ἦν δὲ ἑταίρα Σαπφοῦς καὶ ὁμόχρονος. ]
iota 4[ Ἰάδμων, Ἰάδμονος. ἦν δὲ Σάμιος· οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν, ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. καὶ ζήτει ἐν τῷ Αἴσωπος Σάμιος. ]
lambda 308[ Λέσχαι· λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος· οὐ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην. Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι. καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. Λέσχαι καὶ ποιήματα Ἡρακλείδου τοῦ Ποντικοῦ, μέτρῳ Φαλαικίῳ ἤτοι Σαπφικῷ γραφέντα. ]
mu 1252[ Μορμώ· λέγεται καὶ Μορμώ, Μορμοῦς, ὡς Σαπφώ. καὶ Μορμών, Μορμόνος. Ἀριστοφάνης· ἀντιβολῶ σ’, ἀπένεγκέ μου τὴν Μορμόνα. ἄπο τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθις Ἀριστοφάνης· Μορμὼ τοῦ θράσους. μορμολύκειον, ἣν λέγουσι Λαμίαν· ἔλεγον δὲ οὕτω καὶ τὰ φοβερά. λείπει δὲ τὸ ὡς, ὡς Μορμώ, ἢ ἐπιρρηματικῶς ἐξενήνεκται, ὡς εἰ ἔλεγε, φεῦ τοῦ θράσους. ]
nu 554[ Νώνυμος· ἀνώνυμος, ἄδοξος. ἐν Ἰλιάδι ἐστὶν καὶ νώνυμνος πλεονασμῷ τοῦ νυ, ἢ καὶ ἄλλως κατὰ στέρησιν ε ψιλῆς, ἵν’ ᾖ ὁ μὴ ὑμνούμενος. οὐδέ τις ἔσται τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος. ]
phi 89[ Φάων· φασὶν ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων. τοῦ γὰρ Φάωνος ἐρασθῆναί φασι σὺν πολλοῖς καὶ Σαπφώ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν, καὶ ἀποτυγχάνουσαν ῥίψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας. ]
rho 211[ Ῥοδώπιδος ἀνάθημα· ὀβελίσκοι ἐν Δελφοῖς πολλοί. Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἄδμονι Μιτυληναίῳ, ἐλυτρώσατο δὲ αὐτὴν Χάραξος, ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ. ]
sigma 107[ Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου· μητρὸς δὲ Κλειδός· Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβʹ Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα· πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θʹ. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας. ]
sigma 108[ Σαπφώ, Λεσβία ἐκ Μιτυλήνης, ψάλτρια. αὕτη δι’ ἔρωτα Φάωνος τοῦ Μιτυληναίου ἐκ τοῦ Λευκάτου κατεπόντωσεν ἑαυτήν. τινὲς δὲ καὶ ταύτης εἶναι λυρικὴν ἀνέγραψαν ποίησιν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License