Asclepiodotus of Alexandria) - urn:cts:greekLit:lagl0516Alexandria (Wikidata) (Pleiades)
philosopher (Wikidata)
| alpha | 4174 | [ | Ἀσκληπιόδοτος· οὗτος ἐκ παίδων εὐθὺς ὡμολογεῖτο ὀξύτατος καὶ πολυμαθέστατος εἶναι τῶν ἡλικιωτῶν, ὥστε καὶ πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάστου τῶν παραπιπτόντων, ὧν ἥ τε ἡ φύσις ἀπεργάζεται θαυμασίων καὶ τέχνη ἑκάστη παρέχεται δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπασι κατανενοήκει τῶν τε βαφικῶν χρωμάτων τὰς μίξεις ἁπάσας καὶ τῶν περὶ ἐσθῆτα κοσμουμένων βαμμάτων παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰς μυρίας διαφορότητας, ὅπως αὐτῶν αἱ ἶνες ἔχουσιν εὐθύτητος πέρι καὶ διαπλοκῆς. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμεις τε καὶ ἰδέαι, τῶν τε ἐν ποσὶ κειμένων καὶ τῶν σπανιωτάτων, ἀνεζητοῦντο καὶ εὑρίσκοντο πάσῃ μηχανῇ. ὄχλον δὲ παρείχετο πολὺν τοῖς περὶ ἕκαστα διατρίβουσι παρακαθήμενός τε συχνὰ καὶ περὶ ἑκάστου ἀνερωτῶν ἐς τὸ ἀκριβέστατον. τὴν δὲ περὶ φυτῶν ἱστορίαν ἐπὶ μείζονος ἠγάπα τιμῆς, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε ἐνόντα διὰ τῆς ὄψεως ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆς ἀκοῆς ἐξετάζων ἐπὶ τὸ μακρότατον, ὅσα τε τοῖς πρεσβύταις ἀναγέγραπται περὶ τούτων ἀναλεγόμενος. ἦν δὲ Ἀλεξανδρεὺς τὸ γένος. τοῦτον οὖν ἐπίσταμαι διὰ πείρας συχνῆς εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεσιν προβεβλημένον καὶ τοῦ πατρὸς οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐσεβῆ προθυμίαν καὶ τὴν πρὸς τὸ θεῖον ἀναγομένην ἐλπίδα σύντονόν τε καὶ ἐρωτικήν· φιλοσοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ κεκοσμημένον. τοιγαροῦν ἀνέθηλεν ἐπ’ αὐτοῦ ἡ πόλις τῆς Ἀφροδίτης εἰς τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐς τὰς ὑπερορίους ἀπῴκισε τὴν ἀπόρρητον θέμιν, ἔς τε Ἀλεξάνδρειαν τὴν Ὀσιράζουσαν καὶ τῆς ἕω πολλαχῇ τὴν μαγεύουσαν. γενόμενος δὲ πρὸς τῷ σεμνῷ καὶ εὐτράπελος ἡδίστην παρείχετο τοῖς ἐντυγχάνουσι τὴν αὐτοῦ συνδιαίτησιν. εὐφυὴς δὲ ἐκ παίδων γεγονὼς ἄχρι γήρως πολλὰ συνεισήνεγκεν εἰς τὰ ἱερὰ τῆς οἰκείας φύσεως ἔκγονα μηχανήματα, ἀγάλματά τε διακοσμῶν καὶ ὕμνους προστιθεὶς ἔστιν οἷς. οἰκονομικὸς δὲ ὢν καὶ γεωργικὸς, ἀποθανόντος αὐτῷ τοῦ πατρὸς, ἀπέτισε χρέα πολλά. ἐν χρηματισμῷ δὲ δικαίῳ καταστὰς ὅμως ἐν δαπανήμασι μεγάλοις ἐγένετο, τῆς τε ἱεράς εἵνεκα προαιρέσεως καὶ τὴς ἄλλης πολιτικῆς φιλοτιμίας ἀναγκαίας εἶναι δοκούσης καὶ τῷ οἴκῳ συνήθους. ὥστε ἠναγκάσθη καὶ αὐτὸς ὕστερον ὑπόχρεων τὴν οὐσίαν καταλιπεῖν ταῖς θυγατράσι. ταῦτα ἀναγεγράφθω μοι χαρίσια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. ζήτει ἐν τῷ δεισιδαιμονία. | ] |
| delta | 368 | [ | Δεισιδαιμονία· εὐλάβεια περὶ τὸ θεῖον, δειλία, ἀμφιβολία περὶ τὴν πίστιν. καὶ Δεισιδαίμων, οἱονεὶ δεδοικώς. ὁ Ἀπόστολος· ἄνδρες Ἀθηναῖοι, ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ἀντὶ τοῦ θεοσεβεῖς. καὶ Κρίτων ἐν τοῖς Γετικοῖς φησιν· οἱ δὲ βασιλεῖς τῶν Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δεισιδαιμονίαν καὶ ὁμόνοιαν αὐτοῖς ἐνεργασάμενοι μεγάλων ἤδη ἐφίενται. καὶ Πολύβιος ὁ Μεγαλοπολίτης περὶ Τιμαίου φησίν· οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαιμονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. ὅτι Ἀσκληπιόδοτος ὅσιος ἦν καὶ εὐσεβὴς καὶ τὰ μὲν πρῶτα δεισιδαίμων ἐγεγόνει καὶ εὐλαβὴς οὕτως σφόδρα ὥστε μήτε θύειν ἀνέχεσθαι μήτε τινὸς ἀπορρήτου μηδενὸς ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆς γενέσεως ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐσέβεια μέση τυγχάνει ἀσεβείας καὶ δεισιδαιμονίας. ὅτι δεισιδαιμονία ἡ ἄκαιρος παρρησία. ὁ Πύρρος γὰρ συλῶν τὰ χρήματα τῆς Φερσεφόνης ἐπισκώψας ἔφη· ἡ ἄκαιρος θεοσέβεια δεισιδαιμονία ἐστί, καὶ τὸ συλλέξαι πλοῦτον ἄπονον εὐβουλία. | ] |
| delta | 1355 | [ | Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ( καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ) , ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. | ] |
| sigma | 852 | [ | Σωρανός, Ἐφέσιος, ἰατρὸς νεώτερος. Γυναικεῖα βιβλία δʹ, Βίους ἰατρῶν καὶ αἱρέσεις καὶ συντάγματα βιβλία ιʹ· καὶ ἄλλα διάφορα. ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος, καὶ τὴν ἰατρικῆν ἐκμαθὼν τῶν μὲν νεωτέρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: