Sallustius of Emesa) - urn:cts:greekLit:lagl0426Syria (Wikidata)
Athens (Wikidata)
Alexandria (Wikidata) (Pleiades)
philosopher (Wikidata)
rhetorician (Wikidata)
| alpha | 735 | [ | Ἀθηνόδωρος· Στωϊκὸς φιλόσοφος, ἐπὶ Ὀκταουϊανοῦ βασιλέως Ῥωμαίων· ἐφ’ οὗ πᾶσα ἀνάγκη κοινὸν εἶναι δυστύχημα τὴν τοῦ κράτους ἄλογον ἐξουσίαν, ἐξ οὗ δὴ μάλιστα ταῖς Ἀθηνοδώρου τούτου συμβουλίαις ἐπείσθη. καὶ διαδέχεται Τιβέριος τὴν βασιλείαν. τότε γὰρ οἱ κόλακες παρὰ τοῦ βασιλέως δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίστων ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖς καὶ ἀπράγμονες μὴ τὸν αὐτὸν ἐκείνοις αἱρούμενοι βίον εἰκότως ἐσχετλίαζον, οὐ τῶν αὐτῶν ἀπολαύοντες. ὥστε ἐκ τούτου τὰς μὲν πόλεις στάσεων πληροῦσθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδους ἥττοσιν ἄρχουσιν ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖς χαριεστέροις ἐποίουν, τὴν δὲ ἐν τοῖς πολέμοις προθυμίαν ἐξέλυον. κατὰ δὲ τοὺς καιροὺς ἐκείνους καὶ ἡ παντόμιμος ὄρχησις εἰσήχθη οὔπω πρότερον οὖσα· καὶ προσέτι γε ἕτερα πολλῶν κακῶν αἴτια γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεσκεύαστο πρὸς φιλοσοφίαν τά τε ἀπὸ τῆς φύσεως καὶ τὰ ἀπὸ τῆς ἐπιεικοῦς προαιρέσεως, ὅτε Πρόκλος ἔζη. καὶ διαφανῶς ἐξηγεῖτο τοῖς πλησιάζουσιν. ὃν ὁ Σαλούστιος θαυμάζων ἐπὶ σπουδῆς ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλ’ ὅμως ἔπεισεν Ἀθηνόδωρον μὴ φιλοσοφῆσαι. | ] |
| alpha | 3142 | [ | Ἀπῆγεν: ἐκώλυεν, ἀπέτρεπεν. Δαμάσκιος· ὁ δὲ Σαλούστιος ἀπῆγε τοὺς νέους τῆς φιλοσοφίας, δυοῖν τὰ ἕτερα πεπονθώς, ἡ πρὸσκρούσων τοῖς καθηγουμένοις, ἔχθρᾳ τῇ πρὸς ἐκείνους ἐπιβουλεύων ταῖς φιλοσόφοις διατριβαῖς, ἢ τὸ μέγεθος τοῦ ἐπιτηδεύματος ἐκλογιζόμενος, οἴεσθαι πάντας ἀνθρώπους ἀναξίους εἶναι αὐτοῦ. | ] |
| zeta | 82 | [ | Ζήνων, Ἀλεξανδρεύς, ἀνὴρ Ἰουδαῖος μὲν γεγονώς, ἀπειπάμενος δὲ δημοσίᾳ πρὸς τὸ φῦλον τῶν Ἰουδαίων, ὡς παρὰ σφίσι νενόμισται τὸν λευκὸν ὄνον ἐν τῇ ἀργούσῃ ἡμέρᾳ διὰ τῆς καλουμένης αὐτῶν συναγωγῆς ἐλασάμενος. οὗτος ὁ Ζήνων ἐπιεικὴς μὲν ἦν φύσει καὶ ἱερός, ἀλλὰ νωθέστερος ἐν λόγοις καὶ μαθήμασιν, ἐφιέμενος μὲν ἀεί τι μανθάνειν καὶ ἐρωτῶν, ὅ τι ἂν ἀγνοοῖ, πάντα δὲ σχεδὸν ἀγνοῶν. καὶ γὰρ νοῆσαι βραδύτατος ἦν, καὶ τῶν νοηθέντων ὀψέ ποτε προδότης ὑπὸ λήθης ἑτοιμότατος. ἦν δὲ καὶ ἕτερος Ζήνων, τοῦ Πρόκλου ἑταῖρος, κατὰ τὸν αὐτὸν χρόνον, τῷ μὲν γένει Περγαμηνός, τῇ δὲ φύσει καὶ αὐτὸς ἐνδεέστερος, τά γε πρὸς ἐπιστήμην· ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κατηρτυμένος. ὁπότερος δὲ αὐτοῖν ἀφορμὴν τῇ διαστάσει παρέσχετο τῷ Σαλουστίῳ πρὸς τὸν Πρόκλον, οὐκ ἔχω φράζειν. | ] |
| mu | 202 | [ | Μαρκελλῖνος, ἀνὴρ ἐπιεικὴς καὶ γενναῖος, ἐδυνάστευε μὲν Δαλμάτας, ἐν Ἠπείρῳ κατῳκημένων Ἰλλυριῶν, ἐπεπαίδευτο δὲ τὴν Ῥωμαΐδα παιδείαν καὶ μαντικῆς ἐμπειρότατος ἐγεγόνει καὶ τ ἄλλα φιλολογώτατος· ὃς ἐλευθέραν ἐκέκτητο τὴν ἀρχήν, οὔτε Ῥωμαίων βασιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυναστεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλ’ ἦν αὐτόνομος, μετὰ δικαιοσύνης ἐξηγούμενος τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ καὶ φρόνησις ἱκανὴ πολιτεύματος καὶ ἀνδρεία θαυμαστή, μεμελετηκυῖα τὰ πρὸς πόλεμον· ᾧ συνῆν Σαλούστιος ὁ φιλόσοφος. | ] |
| sigma | 62 | [ | Σαλούστιος· Δαμάσκιός φησι. οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ηʹ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς· καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν. | ] |
| sigma | 63 | [ | Σαλούστιος, φιλόσοφος· ὃς ἔφη ἀνθρώποις οὐ ῥᾴδιον εἶναι φιλοσοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούσας ἀπέστυξα δὴ τότε τὸν λόγον, ὡς οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεσθαι ἄξιον. ἀλλὰ γὰρ ὁ Σαλούστιος ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸς τοὺς φιλοσόφους ἁπλῶς, ἀλλὰ φύσει μισοπόνηρος ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδορος καὶ πᾶσιν ἐπιτιθέμενος τοῖς ἁμαρτάνουσι, καὶ ὁπωσοῦν ἐκ πάσης προφάσεως ἐλέγχων ἑκάστους καὶ διακωμῳδῶν· ἐνίοτε μὲν σπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοσκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούστιος εὐτράπελος ἱκανῶς καὶ σκώπτειν εὐφυέστατός τε καὶ προχειρότατος, ἐξαιρέτους μὲν ἔχων αὐτός, ἐκ γένους δὲ ὅμως τὰς τοιαύτας χάριτας. ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάσας τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦσαν ἐνεῖναί ποτε τοῖς πονηροτάτοις, Σαλούστιός ἐστιν. ἔτι δὲ πρὸς ἐνίους τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦντας, ἓν δὲ αὐτῷ λείπειν εἰρηκότας, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖς πολλοῖς· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεσιν προσεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτ’ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄνθρωπος. ταῦτα περὶ Σαλουστίου. κυνικώτερον δὲ ἐφιλοσόφει. ὅτι Σαλούστιος, ὁ τῆς αὐλῆς ἔπαρχος ἐπὶ Ἰουλιανοῦ, ἀνὴρ ἦν διαφερόντως περιττὸς εἰς φιλανθρωπίαν· ᾧ γε τοσοῦτον ἡμερότητος καὶ πραότητος ὑπῆρχεν ἐς ἅπαντας, ὥστε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν Καῖσαρ ὑβριστικῶς αὐτῷ χρησάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα· καίτοι τοῦ παιδὸς ἐλεγχθέντος ἐπανίστασθαι διὰ τὴν πρὸς Κωνστάντιον φιλίαν, τῷ νεανίσκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντως ἐτίμησε. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: