Aristogeiton) - urn:cts:greekLit:lagl0055Acharnae (Wikidata) (Pleiades)
orator (Wikidata)
urn:cts:greekLit:lagl0055.suda001
urn:cts:greekLit:lagl0055.suda002
urn:cts:greekLit:lagl0055.suda003
urn:cts:greekLit:lagl0055.suda004 -
Against Timarchus
urn:cts:greekLit:lagl0055.suda005
urn:cts:greekLit:lagl0055.suda006
urn:cts:greekLit:lagl0055.suda007
| alpha | 3111 | [ | Ἀπψηφίσατο: τουτέστι κατεδίκασεν. ἡ δὲ βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος ἀλλ’ ἀμυνομένου τὸ μίασμα γέγονε. καὶ αὖθις· τῶν δὲ στρατηγῶν δύο μὲν ἔφυγον πρὸ κρίσεως, Κόνωνος δὲ ἀπεψηφίσαντο. ἀντὶ τοῦ ἀπεδοκίμασαν. καὶ Ἀπεψηφισμένοι· ἐπὶ τοῖς δήμοις ἀποψηφίσεις ἐγίνοντο τῶν γεγραμμένων μὲν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐκ ὄντων δὲ ἀστῶν, ἀλλὰ παρεγγεγραμμένων εἰς τὴν πολιτείαν· καὶ οὗτοι ἐλέγοντο ἀπεψηφισμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖς ἐπαχθείσης οὐκέτι μετεῖχον τῆς πολιτείας. Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα [+]· ὅπως πρῶτον μὲν μυριάδας πλείους ἢ ιε, τοὺς ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺς ὀφείλοντας τῷ δημοσίῳ καὶ τοὺς ἀτίμους καὶ τοὺς ἀπεψηφισμένους καὶ τοὸς ἀποίκους. | ] |
| alpha | 3912 | [ | Ἀριστογείτων, Κυδιμάχου ἢ Λυσιμάχου, Ἀθηναῖος, ῥήτωρ, μητρὸς δὲ ἀπελευθερικῆς· ὅστις ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγους ποιήσας, Ἀπολογίαν πρὸς Δημοσθένην [+] τὸν στρατηγὸν, Πρὸς Λυκοῦργον [+], Κατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου [+], Κατὰ Θρασύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριστογείτονος, μήποτέ ἐστιν οὗτος ὁ Ἀρμοδίου ἑταῖρος. | ] |
| alpha | 3913 | [ | Ἀριστογείτων, Σκυδίμου, συκοφάντης. τούτου ὁ πατὴρ ὀφλήσας τῷ δημοσίῳ τελευτῇ ἐν τῷ δεσμωτηρίῳ. καὶ αὐτὸς Ἀριστογείτων μετὰ ταῦτα ὡς κληρονόμος τοῦ ὀφλήματος ἐδέθη. ἡ δὲ μήτηρ ἐπράθη ὑπὸ τοῦ δήμου. ἐν δὲ τῷ δεσμωτηρίῳ κλέψας γραμματεῖον κατεγνώσθη ὑπὸ τῶν δεσμωτῶν, καὶ τὴν ῥῖνα, οὐ τὸ γραμματεῖον κλεψεν, ἔφαγε. καὶ Ζωβίαν ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦσαν εὐ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν ψηφίσματι καὶ οὐχ εἷλεν. | ] |
| epsilon | 1197 | [ | Ἕναι· ἀρχαὶ αἱ παρῳχημέναι. Δημοσθένης κατὰ Ἀριστογείτονος [+]. | ] |
| epsilon | 1294 | [ | Ἔνη· παρεῖναι δ’ εἰς ἔνην. οἷον εἰς τρίτην. μηδ’ ἀναβάλλεσθαι ἔστ’ αὔριον ἔστ’ ἔνηφι. τινὲς δὲ εἰς τριακάδα. Ἀττικοὶ δὲ καλοῦσιν ἔνην καὶ τὴν παλαιάν. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος [+]· τὰς ἔνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι. | ] |
| omicron | 1016 | [ | Ὀφλήσειν· καταδικασθῆναι. Ἀριστοφάνης Νεφέλαις. μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων. τοῖς γραψαμένοις καὶ μὴ ἀποδεικνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία. καὶ εἰ μὴ κατὰ τὸ ὡρισμένον ἐξέτισεν ὑπερήμερος γενόμενος, ἐξετίννυε τετραπλοῦν. οἱ δὲ μὴ ἔχοντες ἐκτίσαι καθείργνυντο ἐν τῷ δεσμωτηρίῳ. πολλοὶ δὲ τοῦτο πεπόνθασι, καὶ ὁ τοῦ ῥήτορος Ἀριστογείτονος πατήρ. | ] |
| pi | 1762 | [ | Πληρωτής· Δημοσθένης κατὰ Ἀριστογείτονος [+]. πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. | ] |
| tau | 595 | [ | Τίμαρχος, Ἀριζήλου, ἄσωτος καὶ πόρνος, ἐν Πειραιεῖ παρ’ Εὐθυδίκῳ διατρίψας τὰ πρῶτα, ὕστερον δὲ Μισγόλᾳ καὶ Ἡγησάνδρῳ τῷ Λεοδάμαντος ἐρωμένῳ μισθώσας αὑτὸν καὶ μετ’ αὐτοὺς Πιτταλάκῳ συνών, τῆς πόλεως οἰκέτῃ· ἐπίτροπος δὲ αἱρεθείς, Ἀριστογείτονος ἀντειπόντος ἐκωλύθη. τῷ θείῳ δὲ ὄντι τυφλῷ καὶ ἀξιοῦντι μετὰ τῶν ἀδυνάτων τρέφεσθαι, οὐ συνεῖπεν, οὐδὲ τῇ μητρὶ χρηζούσῃ τῶν ἀναγκαίων ἐπεκούρησεν. ἥλω δὲ ὑπὸ Αἰσχίνου πορνείας, γέρων ὤν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: