Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Publius Herennius Dexippus (Dexippus) - urn:cts:greekLit:tlg2141

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

historian (Wikidata)

military personnel (Wikidata)

politician (Wikidata)

alpha 3292[ Ἀπὸ δή· ἀπὸ δὴ τούτων πάντων ἀναπειθόμενος τῶν πλέονεκτημάτων, πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ εὐθαρσῶς ἐπῄει. συνηνέχθητον δὴ ἄμφω ἀλλήλοιν. Δέξιππος. ]
delta 237[ Δέξιππος, Δεξίππου, ὁ Ἐρέννιος χρηματίσας, Ἀθηναῖος, ῥήτωρ, γεγονὼς ἐπὶ Βαλεριανοῦ καὶ Γαλλιήνου καὶ Κλαυδίου δευτέρου καὶ Αὐρηλιανοῦ τῶν βασιλέων Ῥωμαίων. ]
epsilon 2455[ Ἐπιμᾶλλον· ἀντὶ τοῦ προθυμότερον. Δέξιππος· τῶν δέ τινων τοῖς Ὑπερίδου λόγοις ἐπιμᾶλλον ἀχθέντων. καὶ ἀντὶ τοῦ περισσοτέρως. ἐνδιδόναι σφᾶς ἐπιμᾶλλον. καὶ αὖθις· ταῦτά τοι ἐπιμᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος. ]
epsilon 3485[ Εὐθαρσῶς ἔπνει· Δέξιππος· ὁ δὲ πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ ἐκ τῆς πείρας εὐθαρσῶς ἔπνει. ]
iota 577[ Ἵππος· Δέξιππος· ὁ δὲ ἵππος αὐτῷ ἤσκητο ἄρα καὶ ἄνευ ἡνίας ἐλαυνόμενός τε ὠκύτατα φέρεσθαι καὶ βάδην προϊόντος πραότατα ἵστασθαι καὶ ἐκκλίνοντος, ὅπως περιοίσεται καὶ κυκλώσεται, εὐκαμπέστατα ἐπιστρέφειν. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. λύσις ὀνείρου· ἵππους μελαίνας οὐ καλὸν πάντως βλέπειν. ἵππων δὲ λευκῶν ὄψις ἀγγέλων φάσις. ὅτι τὸ ἵππους τρέφειν δοκεῖ δαπανηρὸν εἶναι. ὅπερ καὶ τῇ Λακωνικῇ προσέζευκται κατάρᾳ. καὶ γὰρ δὴ τούτους οἱ Λακεδαιμόνιοι ἐν κατάρας ἔθεσαν μέρει. ἔστι δὲ αὕτη· οἰκοδομά σε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵππος καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι· ὡς τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων. ]
pi 420[ Παραπολύ· ἐπίρρημα. ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· παραπολὺ ἀπελείποντο πείθεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι. Ἀριστοφάνης Πλούτῳ· δεινότατον ἔργον παραπολύ. ἀντὶ τοῦ πάνυ πολύ. ]
pi 494[ Παραχρῆμα· παραυτίκα, εὐθέως. μηδὲν δὲ μηδὲ ἐκ τοῦ παραχρῆμα ἀποκριναμένων. ἢ ἀντὶ τοῦ ἐκ τοῦ παρατυχόντος. καὶ ὡς ἐν τῷ παραχρῆμα ὥρμηντό τε ἐξιέναι καὶ ψηφίσματι τὴν στρατείαν ἐκύρωσαν, ὥρμητό τε πᾶς ἐς τὴν ἐπιχείρησιν. Δέξιππός φησι. ]
pi 778[ Πατασσούσῃ· ὑπὸ δειλίας κλονουμένῃ. Δέξιππος· ἦν δὲ τοῦ καθηγουμένου πρὸς πᾶν τὸ ἀπαγγελλόμενον ἔκπληξις· ὑπὸ γὰρ ἐμφύτου δειλίας καὶ ἀπειρίας τῶν πολεμικῶν ἀναπεπταμένοις μὲν τοῖς ὠσί, τεθορυβημένοις δὲ τοῖς ὀφθαλμοῖς, πατασσούσῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούσεσθαι ἐλπίζων, τοῖς ἀρχομένοις κατάδηλος ἦν ὡς φυγῇ χρήσεται. ]
rho 246[ Ῥωμαίων ἀρχή· αὕτη τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Μακεδόνων τῶν πρὶν μακρῷ ὑπερῆρεν, ὁρισαμένη πέρατα ἑαυτῆς πρὸς μὲν ἕω Ἰνδοὺς καὶ ἐρυθρὰν θάλατταν καὶ Νεῖλον καὶ καταρράκτας καὶ λίμνην Μαιῶτιν. ὅσα δὲ πρὸς δυσμάς, ὠκεανόν τε αὐτόν, ὃν δὴ μῦθον εἶναι τοῖς ἔργοις ἐδηλώθη, μηδὲ ἄλλως πρὸς ψυγαγωγίαν τοὔ νομα αὐτοῦ παρὰ τοῖς ποιηταῖς ᾄδεσθαι· εἴγε καὶ ἡ Βρεττανῶν χώρα, ἣν περιρρέων νῆσον ἐργάζεται, νῦν εὑρεθεῖσα ἐν πέρασι τῆς Ῥωμαίων ἀρχῆς ἀριθμεῖται. λεγέτω μὲν οὖν, ὅτῳ δοκεῖ, ὡς ἀναμφίλογοι τῶνδε πρὸς τὰ παλαιὰ αἱ ὑπερβολαί, πλήθει τε χειρὸς τῶν ἐπελθόντων εἰκάζοντι καὶ τόλμαις ἑκατέρων καὶ στρατηγήσεσι καὶ μηχανήσεων ἐπινοίαις καὶ τῶν ἀντιπολεμησάντων ἀρετῇ. Δέξιππος. ὅτι τὴν Ῥωμαίων ἀρχὴν αἴτιον αὐξηθῆναι τὸ φιλόμαχον ἐθνῶν καὶ τὸ εὐσύντακτον τῆς δυνάμεως· πάντες γὰρ οἱ πρὸς ἑσπέραν θυμικώτεροι εἰσὶ τῶν ἐπὶ θάτερα κατοικούντων. περιττεύει δὲ Ῥωμαίοις τὸ τεταγμένον ἐν τῷ ἔργῳ τεχνικόν· ᾧ καὶ Γαλατῶν ἐκράτουν, καὶ ἐν τοῖς πρὸς τοὺς ὁμόρους πολέμοις τριβέντες καὶ περιόντες τῶν βαρβάρων τῇ συντάξει, τῶν Ἑλλήνων φύσει καὶ ἀνδρείᾳ. ]
sigma 227[ Σεμνόν· ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν. Εὐριπίδης Μηδείᾳ· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγονότας. καὶ ἐν Ἱππολύτῳ· μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον. καὶ ἔνδοξον. Εὐριπίδης Ἱππολύτῳ· πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις. καὶ τὸ μέγα. καὶ τοὺς τιμίους. τοῖς δ’ αὖ σεμνοῖσι τῶν ὀρνίθων. Ἀριστοφάνης· ἀντὶ τοῦ τιμίοις. ὁ αὐτὸς σεμνότατος ὢν καὶ σπουδαστικώτατος, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις, οὐδενὸς ἥττων τῶν ἐπὶ χάρισι θαυμαζομένων. Δέξιππος· σεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα, καὶ ὅτι οἱ ὁ πατὴρ εὖ στρατηγήσειεν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License