Tyrannion of Amisus) - urn:cts:greekLit:tlg1266linguist (Wikidata)
writer (Wikidata)
philosopher (Wikidata)
librarian (Wikidata)
grammarian (Wikidata)
urn:cts:greekLit:tlg1266.suda001
| delta | 1172 | [ | Διονύσιος, Ἀλεξανδρεύς, Θρᾷξ δὲ ἀπὸ τοῦ πατρὸς Τήρου Τῆρος τοὔ νομα κληθείς, Ἀριστάρχου μαθητής, γραμματικός. ὃς ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐξηγήσατο Τυραννίωνι τῷ προτέρῳ. συνέταξε δὲ πλεῖστα γραμματικά τε καὶ συνταγματικὰ καὶ ὑπομνήματα. | ] |
| sigma | 643 | [ | Σκολιόν· ἡ παροίνιος ᾠδή. ὡς μὲν Δικαίαρχος ἐν τῷ Περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ᾠδῶν· τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον καθ’ ἕνα ἑξῆς· τὸ δ’ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχε, τῇ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν. ὡς δ’ Ἀριστόξενος καὶ Φύλλις ὁ μουσικός, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα. ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο, διὰ τὴν θέσιν τῶν κλινῶν. Σκολιόν· ὑπόμνημα ἔγραψεν Τυραννίων περὶ τοῦ σκολιοῦ μέτρου, ὃ προετάθη αὐτῷ ὑπὸ Γαΐου Καίσαρος. | ] |
| tau | 1184 | [ | Τυραννίων, Ἐπικρατίδου καὶ Λινδίας Ἀλεξανδρίνης, Ἀμισηνός. ἐχρημάτιζε δὲ Κορύμβου, γεγονὼς ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ πρότερον, μαθητὴς ἄλλων τε καὶ Ἑστιαίου τοῦ Ἀμισηνοῦ, ὑφ’ οὗ καὶ Τυραννίων ὠνομάσθη, ὡς κατατρέχων τῶν ὁμοσχόλων, πρότερον καλούμενος Θεόφραστος. εἶτα διήκουσε καὶ Διονυσίου τοῦ Θρᾳκὸς ἐν Ῥόδῳ. ἀντεσοφίστευσε δὲ Δημητρίῳ τῷ Ἐρυθραίῳ· ἤχθη δὲ εἰς Ῥώμην, ληφθεὶς αἰχμάλωτος ὑπὸ Λουκούλλου, ὅτε κατεπολέμησε Μιθριδάτην, τὸν Πόντου βασιλεύσαντα. διαπρεπὴς δὲ γενόμενος ἐν Ῥώμῃ καὶ πλούσιος ἐκτήσατο καὶ βιβλίων ὑπὲρ τὰς τρεῖς μυριάδας. ἐτελεύτησε δὲ γηραιός, ὑπὸ ποδάγρας παραλυθείς, ὀλυμπιάδι ριηʹ, ἐν τῷ γʹ ἔτει τῆς ὀλυμπιάδος. | ] |
| tau | 1185 | [ | Τυραννίων, ὁ νεώτερος, Φοίνιξ, πατρὸς Ἀρτεμιδώρου, μαθητὴς Τυραννίωνος τοῦ πρεσβυτέρου· διὸ καὶ ὠνομάσθη Τυραννίων, πρότερον καλούμενος Διοκλῆς. αἰχμάλωτος δὲ γενόμενος καὶ αὐτὸς ἐπὶ τοῦ πολέμου Ἀντωνίου καὶ Καίσαρος ὑπό τινος Δύμαντος ὠνήθη, τοῦ Καίσαρος ὄντος ἀπελευθέρου, εἶτα ἐδωρήθη Τερεντίᾳ τῇ τοῦ Κικέρωνος γυναικί. ἐλευθερωθεὶς δὲ ὑπ’ αὐτῆς ἐσοφίστευσεν ἐν Ῥώμῃ. καὶ ἔγραψε βιβλία πρὸς ηʹ καὶ ξʹ, ὧν καὶ ταῦτα· Περὶ τῆς Ὁμηρικῆς [+] προσῳδίας, Περὶ τῶν μερῶν τοῦ λόγου, ἐν ᾧ λέγει, ἄτομα μὲν εἶναι τὰ κύρια ὀνόματα, θεματικὰ δὲ τὰ προσηγορικά, ἀθέματα δὲ τὰ μετοχικά· Περὶ τῆς Ῥωμαϊκῆς διαλέκτου ὅτι ἐστὶν ἐκ τῆς Ἑλληνικῆς, ἐκ τοῦ Ἀντιγένους ὅτι ἀντιγένης ἡ Ῥωμαϊκὴ διάλεκτος, Ὅ τι διαφωνοῦσιν οἱ νεώτεροι ποιηταὶ πρὸς Ὅμηρον [+], Ἐξήγησιν τοῦ Τυραννίωνος [+] μερισμοῦ, Διόρθωσιν Ὁμηρικήν [+], Ὀρθογραφίαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: