Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Lucas Apostolus (Luke the Evangelist) - urn:cts:greekLit:tlg0734

Place of birth (Wikidata Statement)

Antioch (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Thebes (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

physician (Wikidata)

painter (Wikidata)

writer (Wikidata)

iconographer (Wikidata)

evangelist (Wikidata)

iota 229[ Ἰησοῦς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν· ὅτι ἐν τοῖς χρόνοις τοῦ εὐσεβεστάτου βασιλέως Ἰουστινιανοῦ γέγονεν ἄνθρωπός τις, ἀρχηγὸς τῶν Ἰουδαίων, Θεοδόσιος ὄνομα αὐτῷ, ὃς πλείστοις τῶν Χριστιανῶν γνωστὸς ὑπῆρχε καὶ αὐτῷ τῷ μνημονευθέντι πιστῷ βασιλεῖ. κατὰ δὲ τοὺς χρόνους ἐκείνους ἦν τις ἄνθρωπος Χριστιανὸς( Φίλιππος ὄνομα αὐτῷ) τὴν μέθοδον ἀργυροπράτης. οὗτος γνωστῶς ἔχων τὰ πρὸς τὸν Θεοδόσιον καὶ πολλὴν πρὸς αὐτὸν σῴζων τὴν γνησιότητα προετρέπετο αὐτὸν καὶ ἐνουθέτει γενέσθαι Χριστιανόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὁ προλεχθεὶς Φίλιππος πρὸς τὸν λεχθέντα Θεοδόσιον τοιαῦτά τινα ἔλεγε· τί δή ποτε σοφὸς ἀνὴρ ὑπάρχων καὶ ἀκριβῶς ἐπιστάμενος τὰ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένα τοῦ δεσπότου Χριστοῦ οὐ πιστεύεις αὐτῷ καὶ γίνῃ Χριστιανός; πέπεισμαι γὰρ περὶ σοῦ, ὅτι οὐκ ἀγνοῶν τὰ τῶν θεοπνεύστων γραφῶν προλεχθέντα περὶ τῆς περὶ τοῦ κοινοῦ ἡμῶν δεσπότου Χριστοῦ παρουσίας παραιτῇ τοῦ γενέσθαι Χριστιανός. σπεῦσον οὖν σῶσαι τὴν σεαυτοῦ ψυχήν, πιστεύων εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα μὴ ἐπιμένων τῇ ἀπιστίᾳ κρίσεως αἰωνίου ὑπεύθυνον σεαυτὸν καταστήσῃς. ταῦτα ἀκούσας ὁ Ἰουδαῖος παρὰ τοῦ Χριστιανοῦ λεγόμενα πρὸς αὐτὸν ἀπεδέξατο αὐτὸν εὐχαριστίας τε αὐτῷ τὰς διὰ λόγων προσήγαγε καὶ τοιαῦτα πρὸς αὐτὸν ἀπεκρίνατο· ἀποδέχομαι τὴν κατὰ θεόν σου ἀγάπην, ὅτι τὰ ὑπὲρ τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς σπουδάζων ἀγωνίζῃ Χριστιανόν με γενέσθαι προτρεπόμενος. διὸ ὡς ἐπὶ τοῦ θεοῦ τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἐπισταμένου καὶ θεωροῦντος ἀδόλως καὶ ἀνυποκρίτως καὶ μετὰ πάσης ἀληθείας τοὺς πρός σε λόγους ποιήσομαι. ὅτι μὲν οὖν παραγέγονεν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος Χριστός, ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος, πεπληροφόρημαι καὶ ὁμολογῶ τεθαρρηκώς, ὡς πρὸς γνήσιόν μου φίλον, ὡς καὶ τὰ πρὸς εὐεργεσίαν μοι ἀεὶ σπουδάζοντα· ἀλλὰ ἀνθρωπίνῳ λογισμῷ κρατούμενος οὐ γίνομαι Χριστιανὸς καὶ ἐν τούτοις καταγινώσκω ἑαυτοῦ. νῦν γὰρ Ἰουδαῖος ὑπάρχων ἀρχηγός εἰμι τῶν Ἰουδαίων καὶ τιμῆς πολλῆς καὶ δώρων πολλῶν καὶ πάντων τῶν πρὸς τὴν ζωὴν ταύτην ἐπιτηδείων ἐν ἀπολαύσει τυγχάνων. ὑπολαμβάνω δέ, ὅτι οὐδὲ εἰ πατριάρχης τῆς καθολικῆς ἐκκλησίας γένωμαι ἢ ἀρχὰς μείζονας καὶ ὑπεροχὰς λαμβάνω παρ’ ὑμῶν, τοσαύτης θεραπείας ἀξιωθήσομαι. ἵνα οὖν μὴ τῶν δοκούντων τερπνῶν εἶναι ἐν τῷ βίῳ τούτῳ ἐκπέσω, καταφρονῶ τῆς μελλούσης ζωῆς κακῶς τοῦτο ποιῶν. ἵνα δὲ τοὺς λόγους μου ἀληθεῖς τῇ σῇ ἀγάπῃ παραστήσω, θαρρῶ σοι μυστήριον, ὅ ἐστι παρ’ ἡμῖν τοῖς Ἑβραίοις ἀποκεκρυμμένον, ἐξ οὗ ἀκριβῶς ἐπιστάμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος· οὐ μόνον ἐξ αὐτῶν τῶν προγεγραμμένων, ἀλλὰ καὶ ἐκ τοῦ παρ’ ἡμῖν ἐναπογράφου καὶ ἀποκεκρυμμένου μυστηρίου. ἔστι δὲ ὁ λόγος τοῦ μυστηρίου τοιοῦτος. κατὰ τοὺς ἀρχαίους χρόνους, ἡνίκα ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐκτίζετο, συνήθεια ἦν παρὰ τοῖς Ἰουδαίοις, ἰσαρίθμους τῶν παρ’ ἡμῖν γραμμάτων εἰκοσιδύο τυγχανόντων ἱερεῖς ἐν τῷ ναῷ καθίστασθαι· ὅθεν καὶ τὰ θεόπνευστα βιβλία εἰκοσιδύο ἀπαριθμούμεθα. κῶδιξ οὖν ἀπέκειτο ἐν τῷ ναῷ, ἐν ᾧ ἐπεγράφετο ἑκάστου ἱερέως τῶν κβʹ ἡ προσηγορία καὶ τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός. ἑνὸς οὖν τελευτήσαντος τῶν ἱερέων οἱ λοιποὶ συνήρχοντο ἐν τῷ ναῷ καὶ ἐκ κοινοῦ ψηφίσματος καθίστων ἀντὶ τοῦ τελευτήσαντος ἕτερον ἱερέα, πληροῦντες τὸν ἀριθμὸν τῶν κβʹ ἱερέων. καὶ ἐπεγράφετο ἐν τῷ κώδικι, ὅτι τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ δεῖνα ἱερεύς, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ ἀντ’ αὐτοῦ προεχειρίσθη ὁ δεῖνα. τούτου οὖν τοῦ ἔθους κρατοῦντος ἐν τῷ ἔθνει τῶν Ἰουδαίων, συνέβη κατὰ τοὺς χρόνους ἐκείνους, καθ’ οὓς ὁ Ἰησοῦς ἐν τῇ Ἰουδαίᾳ διέτριβε, τελευτῆσαι ἕνα ἐκ τῶν κβʹ ἱερέων, πρὶν ἄρξηται ἐμφανίζειν ἑαυτὸν ὁ Ἰησοῦς καὶ διδάσκειν πιστεύειν τοὺς ἀνθρώπους εἰς αὐτόν. συνῆλθον οὖν οἱ λοιποὶ ἱερεῖς ἐπὶ τῷ ποιῆσαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως ἕτερον ἱερέα· καὶ ἑκάστου προβαλλομένου τὸν νομιζόμενον αὐτῷ ἄξιον τοῦ γενέσθαι οἱ λοιποὶ τοῦτον ὡς ἐλλιπῶς ἔχοντα πρὸς ἀρετήν, ἐξ ἧς ὀφείλει καταστῆναι ἱερεύς, ἀπεδοκίμαζον. εἰ γὰρ σοφὸς ἦν, ἤθει τε καὶ βίῳ χρηστός, ἐν ἀγνοίᾳ δὲ τοῦ νόμου καὶ τῶν προφητῶν ἐτύγχανεν, ἀπρόσφορος ἱερατείας ἐκρίνετο. οὕτως οὖν πολλῶν ἱερέων ψηφισθέντων καὶ πάντων ἀποδοκιμασθέντων, εἷς τις ἱερεὺς ἐγερθεὶς ἔστη εἰς τὸ μέσον καὶ λέγει τοῖς λοιποῖς· ἰδού, πολλοὶ ὑφ’ ἡμῶν ὀνομασθέντες ἀνεπιτήδειοι εὑρέθησαν πρὸς ἱερωσύνην· δέξασθε οὖν κἀμὲ λέγοντα περὶ ἑνὸς ἀνθρώπου ὀφείλοντος προχειρισθῆναι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως. ὑπολαμβάνω γάρ, ὅτι οὐδεὶς ἐξ ὑμῶν ἀπαρεσθήσεται τῷ παρ’ ἐμοῦ γενομένῳ ψηφίσματι. ἐπιτρεψάντων δὲ τῶν λοιπῶν ἱερέων εἶπεν, ὅτι βούλομαι ἐγὼ γενέσθαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως Ἰησοῦν, τὸν υἱὸν Ἰωσὴφ τοῦ τέκτονος· ὅστις νέος μὲν τῇ ἡλικίᾳ ἐστί, λόγῳ δὲ καὶ βίῳ καὶ ἤθεσι χρηστοῖς κεκόσμηται, καὶ ὑπολαμβάνω μηδένα ποτὲ τῶν ἀνθρώπων ὀφθῆναι ἐν λόγῳ ἢ ἐν βίῳ ἢ ἐν ἤθεσι τοιοῦτον, ὡς ἐστὶν οὗτος· καὶ οἶμαι καὶ ὑμῖν πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλὴμ τοῦτο γνωστὸν καὶ ἀναντίρρητον ὑπάρχειν. ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ λοιποὶ ἱερεῖς ἀπεδέξαντο τὸν ἄνδρα καὶ ἐβεβαιώσαντο ψήφισμα, ἐπιτήδειον εἶναι ὑπὲρ πάντα ἄνθρωπον εἰς ἱερωσύνην τὸν Ἰησοῦν εἰρηκότες. ἔλεγον δέ τινες περὶ αὐτοῦ μὴ εἶναι ἐκ φυλῆς Λευΐ, ἀλλ’ ἐκ φυλῆς Ἰούδα τυγχάνειν· τοῦ Ἰωσήφ τε υἱὸν αὐτὸν ὑπολαμβάνοντες εἶναι( οὕτως γὰρ παρὰ Ἰουδαίοις ἐχρηματίζετο) , τὸν Ἰωσὴφ ἐκ φυλῆς Ἰούδα, οὐκ ἐκ φυλῆς Λευῒ ἐμαρτύρουν πάντες. καὶ τούτου ἕνεκα, ὡς τῷ δοκεῖν μὴ ὄντα αὐτὸν ἐκ φυλῆς Λευϊτικῆς, ἐκώλυον γενέσθαι ἱερέα. ὁ δὲ τοῦτον ὀνομάσας ἱερεὺς ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε μικτὸν εἶναι τὸ γένος αὐτοῦ· πάλαι γὰρ ἐν γενεαῖς ἀρχαίαις ἐπιμιξία τις γέγονε τῶν δύο φυλῶν κἀκεῖθεν κατάγεσθαι τὸ γένος τοῦ Ἰωσήφ. τοῦτο οὖν ἀκούσαντες οἱ λοιποὶ ἱερεῖς συνῄνεσαν τῷ ψηφίσματι· καὶ κοινῇ βουλῇ πᾶσι τοῖς συνελθοῦσιν ἱερεῦσιν ἔδοξεν ἀντὶ τοῦ τελευτήσαντος ἱερέως τὸν Ἰησοῦν καταστῆσαι. τῆς δὲ συνηθείας ἐχούσης μὴ μόνον τὸ ὄνομα τοῦ γινομένου ἱερέως ἀπογραφῆναι ἐν τῷ κώδικι, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἶπόν τινες αὐτῶν ὀφείλειν αὐτοὺς πρῶτον καλέσαι τοὺς γονεῖς αὐτοῦ καὶ παρ’ αὐτῶν μαθεῖν τὰ ὀνόματα αὐτῶν, λαβεῖν δὲ καὶ κατάθεσιν αὐτῶν, εἰ υἱὸς αὐτῶν ἐστιν ὁ πρὸς ἱερωσύνην προχειριζόμενος· καὶ ἤρεσε τοῦτο πᾶσιν. ὁ οὖν προονομάσας τὸν Ἰησοῦν γενέσθαι ἱερέα ἔλεγε τετελευτηκέναι Ἰωσὴφ τὸν πατέρα Ἰησοῦ, μόνην δὲ τὴν τούτου ζῆν μητέρα. συνῆκαν οὖν ἅπαντες ἀγαγεῖν τὴν μητέρα αὐτοῦ εἰς τὸ συνέδριον καὶ μαθεῖν παρ’ αὐτῆς, εἰ μήτηρ τυγχάνει τοῦ Ἰησοῦ καὶ εἰ αὐτὴ ἔτεκεν αὐτόν, καὶ τὸ ὄνομα τοῦ ἀνδρὸς αὐτῆς ἀκοῦσαι, ἐξ οὗ ἔτεκε τὸν Ἰησοῦν· καὶ δὴ τούτου πᾶσιν ἀρέσαντος ἐκάλεσαν τὴν μητέρα τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς αὐτήν· ἐπειδήπερ ὁ δεῖνα ὁ ἱερεὺς ἐτελεύτησεν, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ βουλόμεθα ἀντ’ ἐκείνου ποιῆσαι τὸν υἱόν σου Ἰησοῦν, ἔθος δέ ἐστιν ἀπογράφεσθαι τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός· εἰπὲ ἡμῖν, εἰ ὁ Ἰησοῦς υἱός σου ἐστί, καὶ εἰ σὺ ἔτεκες αὐτόν. ἡ δὲ Μαρία ἀκούσασα ταῦτα ἀπεκρίνατο λέγουσα πρὸς τοὺς ἱερεῖς· ὅτι μὲν υἱός μου ἐστὶν ὁ Ἰησοῦς, ὁμολογῶ· ἐγὼ γὰρ ἐγέννησα αὐτόν, καὶ μαρτυροῦσί μοι οἱ εὑρεθέντες καὶ αἱ εὑρεθεῖσαι γυναῖκες τικτούσης μου αὐτόν· ὅτι δὲ οὐκ ἔχει ἐπὶ τῆς γῆς πατέρα, πληροφορίαν λάβετε παρ’ ἐμοῦ, ὡς βούλεσθε. παρθένου γὰρ τυγχανούσης μου καὶ ἐν τῇ Γαλιλαίᾳ διατριβούσης, ἄγγελος θεοῦ, ἐγρηγορώσης μου οὐ καθευδούσης, εἰσελθὼν ἐν ᾧ ἤμην οἰκήματι, εὐηγγελίσατό μοι ἐκ πνεύματος ἁγίου τεκεῖν υἱόν· οὗ τὸ ὄνομα ἐνετείλατο καλέσαι Ἰησοῦν· παρθένος τοίνυν ὑπάρχουσα, ταύτην ἰδοῦσα τὴν ὀπτασίαν συνέλαβον καὶ ἐγέννησα τὸν Ἰησοῦν μείνασα παρθένος μέχρι τῆς σήμερον καὶ μετὰ τὸ τεκεῖν με. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἐκέλευσαν ἐλθεῖν μαίας πιστὰς καὶ ἐπέτρεψαν αὐταῖς πολυπραγμονῆσαι, εἰ ἔτι ἀληθῶς παρθένος ἐστὶν ἡ Μαρία. αἱ δὲ ἐκ τῶν πραγμάτων λαβοῦσαι πληροφορίαν διεβεβαιώσαντο παρθένον αὐτὴν ὑπάρχειν. παρεγένοντο δὲ καὶ αἱ παρευρεθεῖσαι καὶ θεασάμεναι αὐτὴν τίκτουσαν, μαρτυροῦσαι ὅτι υἱὸς αὐτῆς ἐστιν ὁ Ἰησοῦς. ἔκθαμβοι δὲ γενόμενοι οἱ ἱερεῖς ἐπὶ τοῖς λεγομένοις παρὰ τῆς Μαρίας καὶ τῶν μαρτυρησάντων περὶ τοῦ τόκου αὐτῆς, ἀποκριθέντες εἶπον τῇ Μαρίᾳ· εἰπὲ ἡμῖν παρρησίᾳ, ἵνα ἐκ τοῦ στόματός σου ἀκούσωμεν, τίνος ἐστὶ καὶ τίνος υἱός, ἵνα οὕτως ἀπογραψώμεθα αὐτόν· οὓς γὰρ εἴπῃς ἡμῖν γονέας τούτους ἡμεῖς καὶ οὐχ ἑτέρους ἀπογραψόμεθα. ἡ δὲ ἀποκριθεῖσα εἶπεν, ὅτι ἐν ἀληθείᾳ ἐγὼ αὐτὸν ἐγέννησα, πατέρα αὐτοῦ ἐπὶ γῆς μὴ ἐπισταμένη, ἀλλὰ παρὰ τοῦ ἀγγέλου ἤκουσα, υἱὸν θεοῦ εἶναι αὐτόν. υἱὸς οὖν ἐμοῦ τῆς καλουμένης Μαρίας ἐστὶ καὶ υἱὸς τοῦ θεοῦ, καὶ μὴ γημαμένη παρθένος ὑπάρχω. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἤγαγον τὸν κώδικα καὶ ὑπέγραψαν οὕτως· τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ ἱερεὺς ὁ δεῖνα, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ γέγονεν ἀντ’ αὐτοῦ κοινῇ ψήφῳ πάντων ἡμῶν ἱερεὺς Ἰησοῦς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ Μαρίας τῆς παρθένου. καὶ οὗτος ὁ κώδιξ ἐσώθη ἀπὸ τοῦ ναοῦ σπουδῇ τῶν τὰ πρῶτα φερόντων παρὰ τοῖς Ἰουδαίοις κατὰ τὸν καιρὸν τῆς ἁλώσεως τοῦ ναοῦ καὶ τῶν Ἱεροσολύμων καὶ ἀπόκειται ἐν Τιβεριάδι· καὶ τὸ μυστήριον τοῦτο ὀλίγοις πάνυ καὶ πιστοῖς τοῦ ἔθνους ἡμῶν ἔγνωσται. διὸ καὶ ἐμοὶ ὡς ἄρχοντι καὶ διδασκάλῳ τοῦ ἔθνους τῶν Ἰουδαίων ἀπεκαλύφθη. οὐ μόνον γὰρ ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν πεπληροφορήμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ἐλθὼν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀπογραφῆς, ἥτις καὶ σέσωσται μέχρι τῆς σήμερον καὶ ἀπόκειται ἐν Τιβεριάδι. ταῦτα ἀκούσας ὁ Χριστιανὸς παρὰ τοῦ Ἰουδαίου πρὸς αὐτὸν λελεγμένα, τῷ θείῳ ζήλῳ κινηθεὶς ἔλεγε τῷ Ἰουδαίῳ, ὅτι εὐθὺς καὶ παραχρῆμα ἀναφέρω τῷ πιστῷ καὶ εὐσεβεῖ βασιλεῖ τὰ ὑπὸ σοῦ λεγόμενα, ἵνα πέμψῃ ἐν Τιβεριάδι καὶ φανερώσῃ τὸν κώδικα, ὃν λέγεις, εἰς ἔλεγχον τῆς ἀπιστίας τῶν Ἰουδαίων. ὁ δὲ Ἰουδαῖος πρὸς τὸν Χριστιανὸν ἔλεγε· τί θέλεις κρίμα τῇ ἑαυτοῦ ψυχῇ προσαγαγεῖν καὶ ἀναγαγεῖν τῷ βασιλεῖ καὶ μὴ τυχεῖν τοῦ σπουδαζομένου; εἰ γάρ τι τοιοῦτον γένηται, πόλεμος μέγας μέλλει συνίστασθαι, καὶ φόνοι παρακολουθήσουσι· καὶ τότε, ἐὰν ἴδωσιν ἑαυτοὺς καταπονουμένους, ἐμπρήσουσι τὸν τόπον, ἐν ᾧ ἀπόκειται ὁ κῶδιξ, καὶ μάτην κοπιῶμεν τοῦ σπουδαζομένου ἡμῖν μὴ κατορθουμένου, μόνον ἐκχύσεως αἱμάτων πρόξενοι γενόμενοι. ταῦτα γὰρ ὡς γνησίῳ φίλῳ φανερὰ πεποίηκα τῇ σῇ ἀγάπῃ, ἵνα πιστώσω σε, ὅτι οὐκ ἐξ ἀγνοίας παραιτοῦμαι τὸν Χριστιανισμόν, ἀλλ’ ἐκ κενῆς δόξης. ταῦτα ἀκούσας παρὰ τοῦ Ἰουδαίου ὁ Χριστιανὸς καὶ ἀληθῆ εἶναι πιστεύσας τὰ λεγόμενα παρ’ αὐτοῦ, τῷ μὲν πιστῷ βασιλεῖ Ἰουστινιανῷ τὸν τοιοῦτον λόγον οὐκ ἐγνώρισεν, ἵνα μὴ τῷ θείῳ ζήλῳ ὁ πιστὸς ἐκεῖνος καὶ μέγας βασιλεὺς κινούμενος ἔκχυσιν αἱμάτων παρασκευάσῃ γενέσθαι, καὶ τότε μηδὲ τοῦ σπουδαζομένου κατορθωθέντος· πολλοῖς δὲ τῶν γνωρίμων καὶ φίλων τὸν λόγον τοῦτον ἐποίησε δῆλον· ὃν ἡμεῖς παρὰ τῶν ἀκουσάντων ὑπὸ τοῦ προεξονομασθέντος Φιλίππου τοῦ ἀργυροπράτου μεμαθηκότες φροντίδα οὐ μικρὰν ἐθέμεθα, γνῶναι βουλόμενοι, εἰ ἄρα ἀληθῶς τοὺς λόγους τούτους ὁ Ἰουδαῖος εἴρηκε περὶ τῆς τοιαύτης ἀπογραφῆς. εὕρομεν οὖν Ἰώσηπον, τὸν συγγραφέα τῆς ἁλώσεως Ἱεροσολύμων, οὗ μνήμην πολλὴν ΕὐσέβιοςΠαμφίλου ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ ποιεῖται, φανερῶς λέγοντα ἐν τοῖς τῆς αἰχμαλωσίας αὐτοῦ ὑπομνήμασιν, ὅτι Ἰησοῦς ἐν τῷ ἱερῷ μετὰ τῶν ἱερέων ἡγίαζε. τοῦτο οὖν εὑρόντες λέγοντα τὸν Ἰώσηπον, ἄνδρα ἀρχαῖον ὄντα καὶ οὐ μετὰ πολὺν χρόνον τῶν ἀποστόλων γενόμενον, ἐζητήσαμεν εὑρεῖν καὶ ἐκ τῶν θεοπνεύστων γραφῶν τὸν τοιοῦτον λόγον βεβαιούμενον. εὕρομεν οὖν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτι εἰσῆλθεν ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων καὶ ἐδόθη αὐτῷ βιβλίον καὶ ἀνέγνω Ἠσαΐαν τὸν προφήτην λέγοντα· πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. ἀνελογισάμεθα δέ, ὅτι εἰ μὴ τάξιν τινὰ λειτουργικὴν παρὰ τοῖς Ἰουδαίοις εἶχεν ὁ Χριστὸς Ἰησοῦς, οὐκ ἂν ἐν τῇ συναγωγῇ ἐδόθη αὐτῷ βιβλίον ἀναγνῶναι εἰς ἀκοὰς τοῦ λαοῦ· οὐδὲ γὰρ παρ’ ἡμῖν τοῖς Χριστιανοῖς ἐπ’ ἐκκλησίας ἔξεστί τινα ἀναγνῶναι τῷ λαῷ βίβλους τῶν θεοπνεύστων γραφῶν, εἰ μή τις ἐν κλήρῳ καταλέγηται. καὶ ἐκ τῶν ὑπὸ Ἰωσήπου γραφέντων καὶ ἐκ τῶν ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθέντων ἔγνωμεν, ὅτι Θεοδόσιος ὁ Ἰουδαῖος τὸ προλεχθὲν διήγημα εἰπὼν τῷ μνημονευθέντι Φιλίππῳ τῷ ἀργυροπράτῃ οὐκ ἐπλάσατο τοῦτο, ἀλλ’ ἀληθῶς ὡς γνησίῳ φίλῳ τῷ Φιλίππῳ τὸ παρὰ Ἰουδαίοις ἀποκεκρυμμένον μυστήριον ἐθάρρησεν. ὁ δὲ Χρυσόστομος οὐδ’ ὅλως παραδέχεται τὴν ἱερωσύνην ταύτην ἐπὶ Χριστοῦ. ]
iota 463[ Ἰωάννης, Ἀντιοχεύς, ὁ ἐπικληθεὶς Χρυσόστομος· πρεσβύτερος μὲν ἐν πρώτοις Ἀντιοχείας, Εὐσεβίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφ’ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. τούτοις ἐφάμιλλοι καὶ οἱ εἰς τοὺς ψαλμοὺς τοῦ Δαβὶδ [+] λόγοι καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία καὶ τὰ εἰς Ματθαῖον [+] καὶ Μάρκον [+] καὶ Λουκᾶν [+] ὑπομνήματα. τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει· ἅπασαν γὰρ Ἰουδαϊκὴν γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταρρεῖν ὑπὲρ τοὺς Νειλῴους καταρράκτας. οὐδεὶς οὖν τῶν ἀπ’ αἰῶνος τοιαύτην λόγου ηὐπόρησεν εὔροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον παρὰ πάντας ἐκληρονόμησεν ὄνομα. τῶν δὲ συγγραμμάτων αὐτοῦ καταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. οὗτος ὁ ἅγιος ἸωάννηςΧρυσόστομος ἀσκητὴς ἦν ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαρρησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδ’ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον μὲν εἶναι προσήκει οὐχ ὑπερήφανον, ἀνδρεῖον οὐ θρασύν, ἐπιεικῆ οὐ δουλοπρεπῆ, μετριόφρονα οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον οὐκ ἀνδραποδώδη· ὡς καὶ αὐτὸς λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως δύναται μάχεσθαι. οὐκοῦν δεῖ τὸν ἐνεργέστατον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. καιρὸς γὰρ τῷ παντὶ πράγματι, φησὶ Σολομῶν· τουτέστι ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδοῦς, παρρησίας, χρηστότητος, ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ Ἰσίδωρος· τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερόν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης· εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοί, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ. ]
kappa 1441[ Κεφάλαιον· ὁ ἀπόστολος Παῦλός φησι· κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις. κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται. καὶ αὖθις· μέγα κεφάλαιον ἠθροίσθη μικρῶν κερματίων. τίτλος διαφέρει κεφαλαίου. καὶ ὁ μὲν Ματθαῖος ἔχει τίτλους ξηʹ, κεφάλαια τνεʹ· ὁ δὲ Μάρκος τίτλους μηʹ, κεφάλαια λϛʹ· ὁ δὲ Λουκᾶς τίτλους πγʹ, κεφάλαια τμηʹ· καὶ ὁ Ἰωάννης τίτλους ιηʹ, κεφάλαια σλβʹ. ]
lambda 83[ Λάμεχ· δύο Λάμεχ ἡ γραφὴ μέμνηται, ἑνὸς μὲν τοῦ ἀπὸ Κάϊν, ἑνὸς δὲ τοῦ πατρὸς Ἐνώχ. γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ ἀπὸ Κάϊν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκον εἰς μώλωπα, καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφὼς Ἐλδὰν καὶ Σελλάν· ἑαυτοῦ καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως. ἐκ μὲν τοῦ Κάϊν, φησίν, ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. κολάζεται μειζόνως, διότι τῇ πτώσει τοῦ προημαρτηκότος οὐκ ἐσωφρονίσθη. τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε τοῦ πίστει διὰ τοῦτο προσευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ ὁ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ ὁ Χριστὸς κατάγεται γενεαλογούμενος ὑπὸ Λουκᾶ. ἐσπούδαζεν οὖν τῶν ἀσεβῶν τὸ σπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένος, ἐπειδὴ γὰρ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια. καὶ γὰρ τὸ γένος καὶ τὸ σπέρμα τοῦ μὲν Κάϊν κατηράθη, τοῦ δὲ Σὴθ εὐλογήθη. καὶ οὐκ ἐβούλετο ὁ θεὸς ἐπιμιξίαν γενέσθαι τῶν δικαίων τὸ γένος πρὸς τὸ τῶν ἀσεβῶν, ἀλλ’ ἐξαλειφθῆναι. ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμβανον τὰς γυναῖκας αὐτῶν, ἐξαίσια τέρατα ἐτίκτοντο οἱ γίγαντες, δι’ οὓς καὶ ὁ κατακλυσμὸς ἐλθὼν πάντας ἄρδην ἀπώλεσε. μόνος εὕρηται δίκαιος Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ. διὸ καὶ ἐφυλάχθη. ]
lambda 682[ Λουκᾶς ὁ εὐαγγελιστὴς ἔχει τίτλους πγʹ, κεφάλαια τμηʹ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License