Aristophanes of Byzantium) - urn:cts:greekLit:tlg0644Byzantium (Wikidata) (Pleiades)
Alexandria (Wikidata) (Pleiades)
lexicographer (Wikidata)
linguist (Wikidata)
librarian (Wikidata)
grammarian (Wikidata)
| alpha | 2706 | [ | Ἀντίπαις: ὁ ἐγγὺς ὢν τοῦ ἴουλος γενέσθαι, ὁ τὸν πώγωνα ἐκφύων. ὁ δὲ Ἀριστοφάνης [+] ὁ πρόσηβος καὶ ἀνδρόπαις εἶπεν. | ] |
| alpha | 3892 | [ | Ἀρίσταρχος, Ἀλεξανδρεὺς θέσει, τῇ δὲ φύσει Σαμοθρᾲξ, πατρὸς Ἀριστάρχου. γέγονε δὲ κατὰ τὴν ρνϛʹ Ὁλυμπιάδα, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτορος, οὐ καὶ τὸν υἱὸν ἐπαίδευσε. λέγεται δὲ γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴς δὲ γέγονεν Ἀριστοφάνους τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖστα διημιλλήσατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺς μʹ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆς, νόσῳ τῇ ὕδρωπι ληφθείς. ἔτη δὲ αὐτοῦ τῆς ζωῆς οβʹ. καὶ παῖδας μὲν κατέλιπεν Ἀρίσταρχον καὶ Ἀρισταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθεις, ὥστε καὶ ἐπράθη ὁ Ἀρίσταρχος· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖς ἐξωνήσαντο. | ] |
| alpha | 3933 | [ | Ἀριστοφάνης, Βυζάντιος, γραμματικός, υἱὸς Ἀπελλοῦ ἡγουμένου στρατιωτῶν, μαθητὴς Καλλιμάχου καὶ Ζηνοδότου· ἀλλὰ τοῦ μὲν νέος, τοῦ δὲ παῖς ἤκουσε· πρὸς δὲ τούτοις καὶ Διονυσίου τοῦ Ἰάμβου καὶ Εὐφρονίδα τοῦ Κορινθίου ἢ Σικυωνίου. γέγονε δὲ κατὰ τὴν ρμδʹ Ὀλυμπιάδα. | ] |
| delta | 231 | [ | Δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδονίπτραν· Ἀριστοφάνης· ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων. | ] |
| epsilon | 2898 | [ | Ἐρατοσθένης, Ἀγλαοῦ, οἱ δὲ Ἀμβροσίου· Κυρηναῖος, μαθητὴς φιλοσόφου Ἀρίστωνος Χίου, γραμματικοῦ δὲ Λυσανίου τοῦ Κυρηναίου καὶ Καλλιμάχου τοῦ ποιητοῦ. μετεπέμφθη δὲ ἐξ Ἀθηνῶν ὑπὸ τοῦ τρίτου Πτολεμαίου καὶ διέτριψε μέχρι τοῦ πέμπτου. διὰ δὲ τὸ δευτερεύειν ἐν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίσασι τὰ βήματα ἐπεκλήθη. οἱ δὲ καὶ δεύτερον ἢ νέον Πλάτωνα, ἄλλοι Πένταθλον ἐκάλεσαν. ἐτέχθη δὲ ρκϛʹ ὀλυμπιάδι καὶ ἐτελεύτησεν πʹ ἐτῶν γεγονώς, ἀποσχόμενος τροφῆς διὰ τὸ ἀμβλυώττειν, μαθητὴν ἐπίσημον καταλιπὼν Ἀριστοφάνην τὸν Βυζάντιον· οὗ πάλιν Ἀρίσταρχος μαθητής. μαθηταὶ δὲ αὐτοῦ Μνασέας καὶ Μένανδρος καὶ Ἄριστις. ἔγραψε δὲ φιλόσοφα καὶ ποιήματα καὶ ἱστορίας, Ἀστρονομίαν ἢ Καταστηριγμούς, Περὶ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων, Περὶ ἀλυπίας, διαλόγους πολλοὺς καὶ γραμματικὰ συχνά. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: