Polemon of Athens) - urn:cts:greekLit:tlg0586Ilion (Wikidata)
Classical Athens (Wikidata) (Pleiades)
geographer (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
historian (Wikidata)
urn:cts:greekLit:tlg0586.suda001
urn:cts:greekLit:tlg0586.suda002
urn:cts:greekLit:tlg0586.suda003
urn:cts:greekLit:tlg0586.suda004
urn:cts:greekLit:tlg0586.suda005
urn:cts:greekLit:tlg0586.suda006
| alpha | 594 | [ | Ἀζηνιεύς· Ἀζηνία δῆμος ἐστὶ φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς. καὶ Ἀζηνιεῖς καὶ Ἐρχιεῖς καὶ Ἀλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φασὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον. | ] |
| alpha | 4051 | [ | Ἄρτος: ὁ ψωμός. ἔστι δὲ καὶ ὄνομα τυράννου Μεσσαπίων, καὶ πρόξενον Ἀθηναίους ποιήσασθαί φησι Πολέμων. | ] |
| delta | 1462 | [ | Δώριος· ὄνομα κύριον. καὶ Δώριος οἰκονομία. τήν τε ἀκακίαν καὶ τὸν αὐχμὸν ὁ Πολέμων ἐνεδέδυτο Ξενοκράτους καὶ τὸ βάρος, οἱονεὶ Δώριος οἰκονομία. καὶ Δώριον μέλος. | ] |
| epsilon | 1296 | [ | Ἔνην καὶ νέαν τὴν ὑφ’ ἡμῶν τριακάδα καλουμένην Ἀθηναῖοι λέγουσιν, ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν, ὅτι ἐκάλεσεν αὐτήν ποτε Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ἔνης δὲ καὶ εἰς ἔνην τὸ εἰς τρίτην λέγουσι· καὶ ἁπλῶς τὸ ἕνον δασυνόμενον τὸ πρότερον καὶ παρεληλυθὸς δηλοῖ. | ] |
| eta | 272 | [ | Ἠλύσιον· ἱερὸν περὶ τὸν ᾅδην. οἱ δὲ περὶ Αἴγυπτον, οἱ δὲ περὶ Λέσβον, οἱ δὲ τὸ κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτά ἐστιν ἄβατα. καλεῖται δὲ καὶ ἐνηλύσια. Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν. | ] |
| iota | 578 | [ | Ἵππος Νισαῖος· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῖσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. οἱ δὲ ἀπὸ Ἐρυθρᾶς θαλάσσης· εἶναι δὲ ξανθὰς πάσας. ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας εἶναι τὸν τόπον Νισαῖον. ὁ δὲ Πολέμων κακῶς φησι λευκὸν ἵππον Νισαῖον. ἐν δὲ Δίκτυϊ Ὀρφεὺς λέγει. ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾷ κείμενος. | ] |
| mu | 645 | [ | Μεσσαπίων· ὅτι ἄρτος ὁ ψωμός. ἔστι δὲ καὶ ὄνομα τυράννου Μεσσαπίων, καὶ πρόξενον Ἀθηναίους φησὶ ποιήσασθαι Πολέμων. | ] |
| mu | 1343 | [ | Μωρότερος Μωρύχου· Πολέμων λέγεσθαι ταύτην παρὰ Σικελιώταις οὕτως· μωρότερος εἶ Μωρύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μώρυχος δὲ παρ’ αὐτοῖς ὁ Διόνυσος κατ’ ἐπίθετον, διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τῇ τρύγῃ γλεύκει τε καὶ σύκοις. μορύξαι δὲ τὸ μολῦναι. Ὅμηρος γοῦν τὸ μεμολυμμένος μεμορυχημένος φησίν. εὐήθειαν δὲ τούτου καταγνωσθῆναι, παρόσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰσόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθές τι διαπραττομένων. | ] |
| nu | 356 | [ | Νηφάλιος θυσία παρὰ Ἀθηναίοις ἐτελεῖτο Μνημοσύνῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ· ὥς φησι Πολέμων. καὶ ξύλα δὲ νηφάλια, τὰ μὴ ἀμπέλινα μήτε σύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν θύμων. καὶ πρώτη ἐστιν αὕτη ὕλη πρὸς τὰς ἐμπύρους θυσίας, παρ’ ὃ καὶ τοὔ νομα λαβεῖν τὸν θύμον, ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς. εἰσὶ δέ τινες τοπαράπαν ἄσπονδοι θυσίαι, κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι. Σοφοκλῆς· οὐ γὰρ ἄν ποτε πρώταισιν ὑμῶν ἀντέκυρσ’ ὁδοιπορῶν, νήφων ἀοίνοις. πρὸς τὰς Εὐμενίδας λέγων. αἳ ἄοινοι λέγονται, ὡς ἀεὶ νήφουσαι καὶ μὴ μέθην παρέχουσαι. τοῦτο δὲ διὰ τὸ τῆς θείας δίκης ἄϋπνον. | ] |
| pi | 1888 | [ | Πολέμων, Εὐηγέτου, Ἰλιεύς, κώμης Γλυκείας ὄνομα, Ἀθήνησι δὲ πολιτογραφηθείς· διὸ ἐπεγράφετο Ἑλλαδικός· ὁ κληθεὶς Περιηγητής, ἱστορικός. γέγονε δὲ κατὰ Πτολεμαῖον τὸν Ἐπιφανῆ. κατὰ δὲ Ἀσκληπιάδην τὸν Μυρλεανὸν συνεχρόνισεν Ἀριστοφάνει τῷ γραμματικῷ καὶ διήκουσε καὶ τοῦ Ῥοδίου Παναιτίου. ἔγραψε Περιήγησιν Ἰλίου ἐν βιβλίοις γʹ, Κτίσεις τῶν ἐν Φωκίδι πόλεων καὶ περὶ τῆς πρὸς Ἀθηναίους συγγενείας αὐτῶν, Κτίσεις τῶν ἐν Πόντῳ πόλεων, Περὶ τῶν ἐν Λακεδαίμονι πόλεων· καὶ ἄλλα πλεῖστα· ἐν οἷς καὶ Κοσμικὴν περιήγησιν ἤτοι Γεωγραφίαν. | ] |
| tau | 279 | [ | Τελμισσεῖς· οὗτοι οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ξʹ στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων. Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ, ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ᾗ ἐμίγη εἰς σκύλακα μεταβαλών, διὸ καὶ τερατοσκόπον αὐτὸν ἐποίησεν· ὡς Διονύσιος ἐν Κτίσεσι. | ] |
| upsilon | 644 | [ | Ὑπόχυτος οἶνος· ὁ γλυκύς. ἦν δὲ ὁ Πολέμων ὁ φιλόσοφος οὐ γλυκὺς οὐδ’ ὑπόχυτος, ἀλλὰ Πράμνιος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: