Demades) - urn:cts:greekLit:tlg0535Upper Paiania (Wikidata) (Pleiades)
politician (Wikidata)
orator (Wikidata)
urn:cts:greekLit:tlg0535.suda001
urn:cts:greekLit:tlg0535.suda002
| delta | 414 | [ | Δημάδης, Ἀθηναῖος, ῥήτωρ, καὶ δημαγωγὸς πανοῦργος καὶ εὐτυχής· πρότερον ναύτης ὤν. ἔγραψεν Ἀπολογισμὸν πρὸς Ὀλυμπιάδα τῆς ἑαυτοῦ δωδεκαετίας, Ἱστορίαν περὶ Δήλου καὶ τῆς γενέσεως τῶν Λητοῦς παίδων. οὗτος κατέλυσε τὰ δικαστήρια καὶ τοὺς ῥητορικοὺς ἀγῶνας. τελευτᾷ δὲ ἐπὶ Ἀντιπάτρου. | ] |
| delta | 415 | [ | Δημάδης, μετ’ Ἀντίπατρον βασιλεύσας Θήβας ἀνέστησε, Δημέου ναύτου, ναύτης καὶ αὐτός, ναυπηγὸς καὶ πορθμεύς. ἀποστὰς δὲ τούτων ἐπολιτεύσατο καὶ ἦν προδότης καὶ ἐκ τούτου εὔπορος παντὸς καὶ κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτος Δημοσθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοις, ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοις. λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, οὔτε ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι οὔτε ἐμοῦ. ἐπέστελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸς αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάσι καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφισμα τῷ Φιλίππῳ τοὺς Ἕλληνας ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτος γενόμενος ἀφείθη καὶ πρεσβευτὴς ὑπὲρ τῶν αἰχμαλώτων ἀπεστάλη, οὓς ἀνῆκε Φίλιππος. δὶς δὲ παρανόμων ἥλω. ἐπολιτεύσατο δὲ καὶ ἐπ’ Ἀλεξάνδρου. | ] |
| delta | 416 | [ | Δημάδης, Λακιάδης, Ἀθηναῖος, ῥήτωρ. τοῦτον εἰσεποίησεν ὁ πρότερος Δημάδης ὁ καὶ δημαγωγὸς ἀπὸ αὐλητρίδος τεχθέντα. πατὴρ δὲ καὶ αὐτὸς Δημέα τοῦ ῥήτορος γέγονε καὶ ἀπώλετο ῥιφεὶς εἰς τὴν Ἀμφιπόλεως λίμνην ὑπὸ Ἀντιπάτρου, τοῦ Κασάνδρου πατρὸς καὶ διαδόχου. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: