Α | Ἁλιμούσιοι | [ | Ἁλιμούσιοι: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς, καὶ οἱ δημόται Ἁλιμούσιοι. | ] |
Α | Ἀποψηφίζονται | [ | Ἀποψηφίζονται: ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην Δείναρχος ἐν τῷ κατ' Ἀρχεστράτου. καὶ Ἀποψήφισιν δὲ τὸ πρᾶγμα λέγει Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. | ] |
Γ | Γαμηλία | [ | Γαμηλία: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει καὶ Ἰσαῖος. καὶ Δίδυμος ὁ γραμματικὸς ἐν μὲν τοῖς Ἰσαίου ὑπομνήμασί φησιν εἶναι γαμηλίαν τὴν τοῖς φράτορσιν ἐπὶ γάμοις διδομένην, παρατιθέμενος λέξιν Φανοδήμου, ἐν ᾗ οὐδὲν τοιοῦτον γέγραπται. ἐν δὲ τοῖς εἰς Δημοσθένην ὁ αὐτὸς πάλιν γαμηλίαν φησὶν εἶναι τὴν εἰς τοὺς φράτορας εἰσαγωγὴν τῶν γυναικῶν, οὐδεμίαν ἀπόδειξιν τῆς ἐξηγήσεως παραθέμενος. | ] |
Γ | Γεννῆται | [ | Γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. διῃρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαὶ, ἑκάστη δὲ φυλὴ τριχῇ διῄρητο, καὶ ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φρατρία. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη διῄρητο εἰς γένη λʹ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἰσαῖος δ' ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου τοὺς γεννήτας συγγενεῖς ὠνόμασεν· οὐχ οἱ συγγενεῖς μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλ' οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα γένη κατανεμηθέντες. Φιλόχορος δ' ἐν τῇ δʹ φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι οὓς νῦν γεννήτας καλοῦσιν. | ] |
Δ | Δοκιμασθείς | [ | Δοκιμασθείς: ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει δηλοῖ. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ' ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δ' ἐν τῷ περὶ τῆς διοικήσεως γʹ δοκιμασίαι κατὰ τὸν νόμον φησὶ γίνονται, μία μὲν ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. | ] |
Ε | Ἐξένιζε | [ | Ἐξένιζε: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει διαβεβλήκασι γάρ μου τὸν πατέρα ὡς ἐξένιζε. μήποτε ἀντὶ τοῦ ξένος ἦν, καὶ οὐχ ὡς Δίδυμός φησιν, ἀντὶ τοῦ οὐκ Ἀττικῶς διελέγετο, ἀλλὰ ξενικῶς. | ] |
Ε | Ἔφεσις | [ | Ἔφεσις: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Δημοσθένους λόγος ἐστὶν ἐπιγραφόμενος ἔφεσις πρὸς Εὐβουλίδην, ἐν δὲ τῷ λόγῳ πολλάκις ἐστὶν ἡ ἔφεσις καὶ τὸ ἐφεῖναι ῥῆμα. | ] |
Ξ | Ξενίζειν | [ | Ξενίζειν: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει πολλάκις. ἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι, τάχα δ' ἂν εἴη μᾶλλον τὸ ἐν τῇ ξένῃ διατρίβειν. | ] |
Π | Πλωθεύς | [ | Πλωθεύς: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πλωθειὰ δῆμος τῆς Αἰγηΐδος, ὅθεν ὁ δημότης Πλωθεύς. | ] |
Π | Πόριος | [ | Πόριος: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πόρος ἐστὶ δῆμος τῆς Ἀκαμαντίδος· ὁ δὲ δημότης Πόριος. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: