Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp048

Α Ἄκη[ Ἄκη: πόλις αὕτη ἐν Φοινίκῃ· Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. ἣν Νικάνωρπερὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι· Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἄκην ὠνομάσθαι φησίν. ]
Α Ἀπογραφή[ Ἀπογραφή: ὅταν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ἀπογραφὴν ποιεῖται ὁ ἐναγόμενος, δηλῶν πόθεν ἔχει τὰ χρήματα καὶ πόσα ταῦτα εἴη. μήποτε δὲ καὶ εἶδός τι δίκης ἐστὶν ἡ ἀπογραφή· εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς· Δημοσθένης κατ’ Ἀνδροτίωνος. τί δὲ ἦν τὸ κινδύνευμα τῷ τὴν ἀπογραφὴν ποιουμένῳ, ἐν τῷ Δημοσθένους πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων, εἰ γνήσιος, δῆλον γίνεται. ]
Ε Ἐμβεβλημένα[ Ἐμβεβλημένα: ἀντὶ τοῦ ἐγκεκεντρισμένα Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ' ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας. ]
Λ Λαμπτρεῖς[ Λαμπτρεῖς: Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ' εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω. ]
Π Παμβωτάδης[ Παμβωτάδης: Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβωτάδαι τῆς Ἐρεχθηΐδος δῆμος. ]
Π Περίστοιχοι[ Περίστοιχοι: Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν. Δίδυμος δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκυίας. ]
Ρ Ῥοδωνιά[ Ῥοδωνιά: Δημοσθένης ἐν τῷ περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων. ῥοδωνιά ἐστιν ἡ τῶν ῥόδων φυτεία, ὥσπερ ἰωνιὰ ἡ τῶν ἴων, ὡς Ἑκαταῖος ἐν αʹ περιηγήσεως δηλοῖ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License