Α | Ἀνάκειον | [ | Ἀνάκειον: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἱερὸν τῶν Διοσκούρων. | ] |
Α | Ἀντιγραφή | [ | Ἀντιγραφή: ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος ἢ δόσιν. κοινῶς δ' ἐν ταῖς δίκαις ταῖς δημοσίαις καὶ ταῖς ἰδίαις τὰ τῶν δικαζομένων γράμματα, ἃ ἐδίδοσαν περὶ τοῦ πράγματος, καὶ τὰ τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος, ἀντιγραφὴ, καὶ τὰ μαρτύρια· Δημοσθένης κατὰ Στεφάνου καὶ Ὑπερείδης. Πλάτων δὲ ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ αὐτὸ καλεῖ ἀντωμοσίαν καὶ ἀντιγραφήν. | ] |
Ε | Ἐκμαρτυρία | [ | Ἐκμαρτυρία: διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστὶν, ἡ δ' ἐκμαρτυρία τῶν ἀπόντων. σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ κατὰ Στεφάνου καὶ Δείναρχος ἐν τῷ ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου. | ] |
Ε | Ἐξετάζεσθαι | [ | Ἐξετάζεσθαι: ἀντὶ τοῦ ὁρᾶσθαι Δημοσθένης κατὰ Στεφάνου. καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος ἐξητάσθης φησὶν ἀντὶ τοῦ ὤφθης, ἑωράθης. | ] |
Ε | Ἐπιδιετὲς ἡβῆσαι | [ | Ἐπιδιετὲς ἡβῆσαι: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ιϛʹ ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδʹ ἔστιν. ἀλλ' οἱ ἔφηβοι παρ' Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη βʹ, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν. | ] |
Ε | Ἐπωβελία | [ | Ἐπωβελία: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἐπιτίμιόν ἐστιν ἡ ἐπωβελία τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὅπερ ἐδίδοσαν οἱ διώκοντες τοῖς φεύγουσιν, εἰ μὴ ἕλοιεν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ' ἑκάστην δραχμὴν ὀβολὸς ἦν, ὅπερ ἕκτον ἐστὶν, ἐν ἓξ ὀβολοῖς τῆς δραχμῆς λογιζομένης. ἐκ πολλῶν δὲ ἔστι τοῦτο οὕτως ἔχον μαθεῖν. | ] |
Θ | Θέσθαι | [ | Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προσέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης· ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκε μὲν ὁ νομοθέτης, ἔθετο δὲ ὁ δῆμος· Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶν ἑαυτῷ νόμους ἰδίους θέμενον, μήποτε ἀντὶ τοῦ θέντα. | ] |
Κ | Καταψευδομαρτυρησάμενος | [ | Καταψευδομαρτυρησάμενος: ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψεύδη μαρτυρήσοντας Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. | ] |
Μ | Μάλθη | [ | Μάλθη: ὁ μεμαλαγμένος κηρός· Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Ἱππῶναξ ἔπειτα μάλθῃ τὴν τρόπιν παραχρίσας. | ] |
Π | Παραπεπτωκώς | [ | Παραπεπτωκώς: ἀντὶ τοῦ ὑποπεπτωκώς Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. | ] |
Π | Πρόκλησις | [ | Πρόκλησις: εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος, καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι, τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. παρὰ πολλοῖς δέ ἐστι ῥήτορσι. Δημοσθένης δ' ἐν τῷ κατὰ Στεφάνου καὶ περὶ ὧν πρόκλησις γίνεται δηλοῖ. | ] |
Φ | Φαρμακῶντα | [ | Φαρμακῶντα: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμων ὑποσημαίνει. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: