Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Philostorgius (Philostorgius) - urn:cts:greekLit:tlg2058.suda001

alpha 3397[ Ἄπολινάριος, Λαοδικεὺς τῆς Συρίας, γεγονὼς ἐν ἡμέραι Κωνσταντίου καὶ Ἰουλιανοῦ τοῦ Παραβάτου καὶ ἕως τῆς ἀρχῆς Θεοδοσίου τοῦ μεγάλου, σύγχρονος Βασιλείου καὶ Γρηγορίου, τῶν ἐκ Καππαδοκίας θαυμαζομένων. ἐγένετο δὲ καὶ γνώριμος ἀμφοτέρων καὶ Λιβανίου τοῦ σοφιστοῦ καὶ ἄλλων τινῶν. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλείω καὶ ἐς φιλοσοφίαν ἐξήσκητο καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυσσεβοῦς τόμους λʹ, καὶ δι’ ἡρώων ἐπῶν πᾶσαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε δὲ ἐπιστολὰς καὶ ἄλλα πολλὰ εἰς τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε Ἀπολιναρίου καὶ Φιλοστόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ καί φησιν· Ἀπολινάριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας, καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας, καὶ Γρηγόριος ἐν τῆ Nαζιανζῷ· σταθμὸς δὲ οὗτος ὁ τόπος ἐστὶ τῆς αὐτῆς Καππαδοκίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Ἀπολινάριος. οὗτος γὰρ δὴ καὶ τῆς Ἑβραΐδος διαλέκτου ἐπαίειν οἰός τ’ ἦν. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδος τῆς λέξεως μακρῷ ἄριστα εἷχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἷχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἷς ὡρῶντο καὶ οἶς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τοὺς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος Ἀρειανὸς ἔγραψεν. ]
gamma 450[ Γρηγόριος, Ναζιανζοῦ ἐπίσκοπος( σταθμὸς δέ ἐστιν οὗτος Καππαδοκίας, ) ἀνὴρ ἐλλογιμώτατος, ἀναγκαῖος δὲ φίλος Βασιλείου τοῦ τῆς Καισαρείας ἐπισκόπου τῆς ἐν Καππαδοκίᾳ. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλεῖον καὶ ἐς φιλοσοφίαν ἐξήσκητο, καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην πολλά· εἰς γὰρ τρεῖς μυριάδας στίχων τὰ συντάγματα αὐτοῦ συνέθηκεν· ἀφ’ ὧν εἰσι τάδε· Περὶ τῆς τελευτῆς τοῦ ἀδελφοῦ Καισαρίου [+], Ἐπιτάφιος εἰς τὸν ἑαυτοῦ πατέρα, ἕτερος εἰς τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίας, Ἐπαίνους τῶν Μακκαβαίων, Ἐπαίνους Κυπριανοῦ [+], Ἐπαίνους Ἀθανασίου [+], Ἐπαίνους Ἥρωνος φιλοσόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως λόγοι βʹ, Κατὰ Εὑνομίου [+] λόγοι βʹ, Περὶ θεολογίας αʹ, Περὶ Υἱοῦ λόγοι βʹ, Περὶ τοῦ ἁγίου πνεύματος λόγος αʹ, Πανηγυρικοὶ λόγοι ιʹ· καὶ ἕτεροι πλεῖστοι καὶ πᾶσι γνώριμοι. ἠκολούθησε δὲ τῷ Πολέμωνος χαρακτῆρι τοῦ Λαοδικέως, τοῦ σοφιστεύσαντος ἐν Σμύρνῃ· ὃς ἐγεγόνει διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλος δι’ ἑξαμέτρων, παρθενίας καὶ γάμου καθ’ ἑαυτοὺς διαλεγομένων· καὶ εἰς ἑτέρας ὑποθέσεις ἐν παντοίοις καὶ διαφόροις μέτροις, ἅτινα συνάγονται εἰς ἐπῶν μυριάδας τρεῖς. τοῦ δὲ Γρηγορίου τούτου καὶ Φιλοστόργιος Ἀρειανὸς ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ μνήμην πεποίηται καί φησι· Γρηγόριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῇ Ναζιανζῷ( σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Ἀπολινάριος ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προυμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παῤ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Γρηγόριος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἶδος τῆς λέξεως μακρῷ ἄριστα εἶχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἰς ὡρῶντο καὶ οἷς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τούς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος καὶ ταῦτα Ἀρειανὸς ὢν ἔγραψεν. ἔτι γοῦν περιὼν εἰς τὸν οἰκεῖον τόπον ὁ Γρηγόριος ἐπίσκοπον καταστήσας ἐν τῇ λαχούσῃ αὐτὸν ἐκκλησίᾳ, αὐτὸς ἐν ἀγρῷ τινι βίον μοναδικὸν ἀπηνέγκατο. ἐλάσας δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα, Θεοδοσίου τρίτον καὶ δέκατον ἔτος ἄγοντος, καταλύει τὸν βίον, ἀνάξιον τοῦτο τῆς αὐτοῦ παθῶν ἀρετῆς, τὸ τῆς καθέδρας ἀποκρουσθῆναι τῆς βασιλευούσης τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον τοὺς φαυλοτέρους ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλὸν ὑπερανέχοντα. ]
lambda 254[ Λεόντιος, Τριπόλεως τῆς Λυδίας ἐπίσκοπος, Μυσὸς τὸ γένος τῶν πρὸς τῷ Ἴστρῳ κατῳκημένων, οὓς ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος ἐν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα τῆς Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος τὸ πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἦν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης, μόνος οὗτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα πέμπει πρὸς αὐτόν, αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με. ὁ δὲ ἀντεδήλωσε· τούτων μὲν εἴ τι βουληθείης τελέσασθαι, ὦ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρὸς σέ, ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν’ εἰσέλθοιμι μὲν ἐγώ, σὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶσα μετ’ αἰδοῦς ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσίν, εὐλογιῶν ἀξιουμένη· κἄπειτα καθεσθείην μὲν αὖ ἐγώ, σὺ δ’ ἀνεστήκοις αἰδουμένη, ὁπόταν δὲ κελεύσαιμι καθεδουμένη, ἥνικα δοίην τὸ σύνθημα. εἰ οὕτως αἱρήσῃ, ἀφικοίμην παρὰ σέ· εἰ δ’ ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώσεις, οὐδ’ οὕτω μεγάλα δυνήσῃ, ὡς ἡμᾶς, τῆς προσηκούσης τιμῆς τοῖς ἐπισκόποις καθυφιεμένους, εἰς τὸν θεῖον ἐξυβρίσαι τῆς ἱερωσύνης θεσμόν. ταῦτα ὡς ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀνασχετὸν ποιουμένη πρὸς Λεοντίου τοιούτους δέξασθαι λόγους. καὶ πολλὰ διοιδήσασα καὶ παθηναμένη καὶ πολλὰ ἐκ γυναικείας ἀκροχόλου καὶ κούφης ἀπειλήσασα διανοίας καὶ τ ἀνδρὶ διηγησαμένη, πρὸς τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν. καί ποτε μεταξὺ προκαθημένου τοῦ βασιλέως Κωνσταντίου τῶν ἐπισκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκλησιῶν ἐθέλοντος, οἱ μὲν πολλοὶ πᾶν ὅ τι φήσειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριστα εἰρῆσθαι διοριζόμενοι· ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος τῶν πάντων; θαυμάζω, ἔφη, ὅτι εἰς ἕτερα διέπειν ταχθεὶς ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων διαταττόμενος. τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς τοιούτοις ἤδη διακελεύσεως. τοιοῦτος ἦν ὁ Λεόντιος ἐλευθέριος. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License