Julian) - urn:cts:greekLit:tlg2003.suda002| epsilon | 2633 | [ | Ἐπιστολὴ Ἰουλιανοῦ [+] τοῦ Παραβάτου [+] πρὸς Πορφύριον Καθολικόν. πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου, παντοδαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δὲ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ μὲν αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ἀφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντοδαποῖς δὲ ὅρκοις πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας ἐς μέσον πάντα προκομίσαι. | ] |
| iota | 437 | [ | Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔ νομα. ἔγραψε τοὺς καλουμένους Καίσαρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν Μισοπώγωνα ἢ Ἀντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη, καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου, τοῦ ἀθέου· ἀλλ’ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: