Josephus) - urn:cts:greekLit:tlg0526.suda002 (
Antiquities of the Jews)| iota | 503 | [ | Ἰώσηπος, Ἰουδαῖος, φιλαλήθης, λέγων περὶ τοῦ Προδρόμου, καὶ περὶ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Ματθίου παῖς, ἱερεὺς ἐξ Ἱεροσολύμων, ὁ γράψας τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν ἐν βιβλίοις εἴκοσιν. οὗτος ἁλοὺς παρὰ Οὐεσπασιανοῦ μετὰ Τίτου τοῦ υἱοῦ αὐτοῦ ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει κατελείφθη καὶ σὺν αὐτῷ εἰς Ῥώμην ἐλθὼν ἑπτὰ λόγους τῆς Ἱεροσολύμων ἁλώσεως τοῖς βασιλεῦσι προσήνεγκεν, οἵτινες τῇ δημοσίᾳ βιβλιοθήκῃ παρεδόθησαν, καὶ διὰ τὴν δόξαν τῆς συγγραφῆς ἀνδριάντος ἠξιώθη. ἔγραψε δὲ καὶ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας λόγους εἴκοσιν, ἀπὸ τῆς τοῦ κόσμου ἀρχῆς ἕως τεσσαρεσκαιδεκάτου ἔτους Δομετιανοῦ Καίσαρος. καὶ δύο βίβλους ἑτέρας ἀρχαιότητος κατὰ Ἀππίωνος γραμματικοῦ Ἀλεξανδρέως, ὃς ἐπὶ Καλλιγόλᾳ πρεσβευτὴς ἀπεστάλη παρὰ τοῦ μέρους τῶν Ἑλλήνων κατηγορήσων Φίλωνος διὰ λόγου τινὸς κατάγνωσιν περιέχοντος τοῦ Ἰουδαίων ἔθνους. ἔστι καὶ ἄλλος αὐτοῦ λόγος Περὶ αὐτοκράτορος λογισμοῦ, ἐνάρετος πάνυ, ἐν ᾧ καὶ τοῦ πάθους τῶν Μακκαβαίων ἐμνήσθη. οὗτος ἐν τῇ ὀκτωκαιδεκάτῃ τῆς Ἀρχαιολογίας βίβλῳ φανερῶς ὁμολογεῖ διὰ τὸν ὄγκον τῶν σημείων τὸν Χριστὸν ἐσφάχθαι παρὰ Ἰουδαίων καὶ Ἰωάννην τὸν βαπτιστὴν ἀληθῶς γεγενῆσθαι προφήτην καὶ διὰ τὴν σφαγὴν Ἰακώβου τοῦ ἀποστόλου τὰ Ἱεροσόλυμα πεπορθῆσθαι. γράφει δὲ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως· γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα μυρία θαυμαστὰ περὶ αὐτοῦ εἰρηκότων, εἴς τε νῦν τὸ τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἀπελείπετο φῦλον. τοσαῦτα Ἰώσηπος περὶ Χριστοῦ ἐν τῷ ιηʹ λόγῳ φησίν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: