Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristophanes (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda007 (The Banqueters)

alpha 1940[ Ἀναλίσκειν. αἰτιατικῇ. καὶ Ἀναλοῦν, ἑκατέρως. Ἀριστοφάνης Πλούτῳ· χαίρω τε γὰρ φειδόμενος, ὡς οὐδεὶς ἄλλος πάλιν τ’ ἀναλῶν, ἡνίκ’ ἂν τούτου δέῃ. Δαιταλεῦσιν· εἰς τὰς τριήρεις δεῖ μ’ ἀναλοῦν ταῦτα καὶ τὰ τείχη. ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η ἀδιαφόρως, οἷον ἀνήλισκον καὶ ἀνάλισκον. καὶ αὖθις· εἰς οἷα ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα. ]
alpha 2082[ Ἀνάστατοι: πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων συμμιγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ πλάσσουσιν. Ἀριστοφάνης Δαιταλεῦσι· πέμψω πλακοῦντας ἑσπέρας χαρισίους. οἱ δὲ ἀμφιφῶντες γίνονται Μουνυχιῶνος μηνὸς ϛʹ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος κομίζονται. ὀνομάζονται δὲ ἀμφιφῶντες, ὡς μέν τινες ὅτι τότε γίγνονται, ὅτε ἥλιός τε καὶ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ὡς δὲ Ἀπολλόδωρος, ὁτι κομίζουσιν αὐτοὺς δᾳδία ἡμμένα παραπηγνύντες ἐπ’ αὐτῶν. φθόις δέ εἰσι πέμματα, ἃ τοῖς θεοῖς καὶ μετὰ τῶν σπλάγχνων ἔθυον. αἱ δὲ σελῆναι πέμματά εἰσι πλατέα, κυκλοτερῆ· πέλανοι δὲ τὰ εἰς θεοὺς πέμματα· πόπανα δέ· καὶ ἐν Ἐρεχθεῖ τὰς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίμου χλόης. ἐπὶ δὲ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφυοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρσι ποπάνοις τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖς ἕξ ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναισθήτων. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License