Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.suda015 (Against Neaera)

alpha 3475[ Ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Nεαίρας. ]
alpha 4360[ Ἀττικισμός: ἡ πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια· ὡς Λακωνισμός, ἡ πρὸς τοὺς Λάκωνας. καὶ Ἀττικοῖς γράμμασι, Δημοσθένης κατὰ Νεαίρας, ἀντὶ τοῦ παλαιοῖς. τὴν γὰρ τῶν κδʹ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. ]
epsilon 722[ Ἐκφυλλοφορῆσαι καὶ Ἐκφυλλοφορία· εἴ ποτέ τις τῶν πολιτῶν ἀδικεῖν ἐδόκει καὶ ἀνάξιος εἶναι τοῦ συνεδρίου τῶν φʹ, ἐσκόπει ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν, ἀλλ’ ἐλαθῆναι καὶ τοῦ συνεδρίου. ἀντὶ δὲ τῆς ψήφου φύλλοις ἐπεσήμαινε τὴν αὑτοῦ γνώμην ἕκαστος, ὥσπερ ὀστράκῳ ἐπὶ τοῦ ὀστρακισμοῦ, καὶ ἐλέγετο τοῦτο ἐκφυλλοφορῆσαι καὶ ἐκφυλλοφορία. οὕτω Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ]
kappa 2697[ Κυνέας· τὰς περικεφαλαίας. ἤτοι τὰς ἀπὸ κυνείων δερμάτων γιγνομένας, ἢ ἀπὸ Κυνός τινος, κατασκευάσαντος πρῶτον. μέμνηται Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας οὕτως· οἱ τὰς κυνᾶς τὰς σιωπὰς ἔχοντες. ]
omicron 104[ Ὁ κάτωθεν νόμος· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους ἢ τὴν Ἡλιαίαν λέγει διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης, ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ, φησί, βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ· ἢ ἐπεί, φησί, τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικῷ [+]. ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων, Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν φησιν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικόν ἐστιν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις τοῦ εἰς τὸν πρὸς βασιλέα πολέμου. ]
pi 2174[ Πωλῶσι· Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνᾶν. ἐγὼ δέ φημι, ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύτης μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἢ ἐν τῇ ἀγορᾷ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License