Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Lucius Cornelius Sulla (Sulla) - urn:cts:latinLit:phi0652

Place of birth (Wikidata Statement)

Ancient Rome (Wikidata)

Place of death (Wikidata Statement)

Puteoli (Wikidata)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

military leader (Wikidata)

epsilon 1319[ Ἐνήρης ναῦς· πληθυντικῶς δὲ διαφέρει. Ἐνήρεις, μίαν εἰρεσίαν ἐχούσας. ὁ δὲ Σύλλας συνῆλθε τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρῳάδος ἔχων ναῦς σʹ ἐνήρεις. ]
sigma 1337[ Σύλλας, Σύλλου· ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου ὁ ἐμφύλιος Ῥωμαίων ἀνήφθη πόλεμος. ἐπισημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν Λίβιός φησι καὶ Διόδωρος. ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτεινούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκφρονας ὑπὸ δέους γενέσθαι· τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ηʹ γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς γοῦν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἐνισταμένης, κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὃ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι, ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως πως ἔχει, σκοπεῖν παρίημι. ὅτι Σύλλας ὁ ὕπατος ἀπάρας ἐξ Ἐφέσου προσσχών τε ταῖς Ἀθήναις ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸς καὶ τὴν Ἀπελλικῶντος τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε τοῖς πολλοῖς, ᾗ φησι Πλούταρχος, γνωριζόμενα, ἀλλ’ ἐντεῦθεν ἐς τὴν τῶν ἀνθρώπων ἐκφοιτήσαντα γνῶσιν. ὅτι Σύλλας ὁ ὕπατος ἐπιλογισμὸν τῶν ἑαυτοῦ πράξεων ποιήσας Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανής, ἐξόπισθεν τοῦ Σύλλου πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου σπᾷ. τοῦ δὲ ἐπιστραφέντος, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆς σῆς κἀ γὼ μικρὸν εὐτυχίας μεταλαβεῖν. τὸν δὲ ὑπερησθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέσθαι ταύτην γυναῖκα, τῆς Μετέλλης ἤδη τεθνηκυίας. ]
tau 556[ Τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασι κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις. ]
tau 588[ Τιμαγένης, βασιλικοῦ ἀργυραμοιβοῦ υἱός, Ἀλεξανδρεύς, ῥήτωρ· ὡς δέ τινες Αἰγύπτιος· ὃς ἐπὶ Πομπηΐου τοῦ μεγάλου αἰχμάλωτος ἀχθεὶς ἐν Ῥώμῃ ὑπὸ τοῦ Γαβινίου ἐξωνήθη ὑπὸ Φαύστου, τοῦ υἱοῦ Σύλλου, καὶ ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπί τε τοῦ αὐτοῦ Πομπηΐου καὶ μετ’ αὐτὸν ἐπί τε Καίσαρος τοῦ Αὐγούστου καὶ μετέπειτα ἅμα Κεκιλίῳ. ἐκπεσὼν δὲ τῆς σχολῆς διὰ τὸ παρρησιαστὴς εἶναι ἐν ἀγρῷ διῆγε Τουσκλάνῳ λεγομένῳ. ἐτελεύτησε δὲ ἐν Ἀλβάνῳ, ἐμέσαι βουληθεὶς μετὰ δεῖπνον καὶ σφηνωθείς. βιβλία δὲ ἔγραψε πολλά. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho, sigma, tau), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License