Mark Antony) - urn:cts:latinLit:phi0408Alexandria (Wikidata) (Pleiades)
politician (Wikidata)
military personnel (Wikidata)
| pi | 2025 | [ | Πομπήϊος, Ῥωμαίων στρατηγός· περὶ οὗ φασιν ὅτι μετὰ τὰς σπονδὰς δειπνεῖν τὸν Καίσαρα καὶ Ἀντώνιον παρὰ Πομπηΐῳ τῷ παιδὶ Πομπηΐου ἐν τῇ στρατηγίδι νηῒ παρασκευασαμένῳ τὸ δεῖπνον· τοῦτον γὰρ ἔφη μόνον αὐτῷ καταλελεῖφθαι πατρῷον οἶκον. ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης, Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα καὶ τότε προσελθεῖν αὐτῷ ἡσυχῆ καί, βούλει, φάναι, τὰς ἀγκύρας τῆς νηὸς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον; τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι· ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. νῦν δέ, ( οὐ πρὸς ἡμῶν γὰρ ἐπιορκεῖν) τὰ παρόντα στέργωμεν. | ] |
| tau | 1185 | [ | Τυραννίων, ὁ νεώτερος, Φοίνιξ, πατρὸς Ἀρτεμιδώρου, μαθητὴς Τυραννίωνος τοῦ πρεσβυτέρου· διὸ καὶ ὠνομάσθη Τυραννίων, πρότερον καλούμενος Διοκλῆς. αἰχμάλωτος δὲ γενόμενος καὶ αὐτὸς ἐπὶ τοῦ πολέμου Ἀντωνίου καὶ Καίσαρος ὑπό τινος Δύμαντος ὠνήθη, τοῦ Καίσαρος ὄντος ἀπελευθέρου, εἶτα ἐδωρήθη Τερεντίᾳ τῇ τοῦ Κικέρωνος γυναικί. ἐλευθερωθεὶς δὲ ὑπ’ αὐτῆς ἐσοφίστευσεν ἐν Ῥώμῃ. καὶ ἔγραψε βιβλία πρὸς ηʹ καὶ ξʹ, ὧν καὶ ταῦτα· Περὶ τῆς Ὁμηρικῆς [+] προσῳδίας, Περὶ τῶν μερῶν τοῦ λόγου, ἐν ᾧ λέγει, ἄτομα μὲν εἶναι τὰ κύρια ὀνόματα, θεματικὰ δὲ τὰ προσηγορικά, ἀθέματα δὲ τὰ μετοχικά· Περὶ τῆς Ῥωμαϊκῆς διαλέκτου ὅτι ἐστὶν ἐκ τῆς Ἑλληνικῆς, ἐκ τοῦ Ἀντιγένους ὅτι ἀντιγένης ἡ Ῥωμαϊκὴ διάλεκτος, Ὅ τι διαφωνοῦσιν οἱ νεώτεροι ποιηταὶ πρὸς Ὅμηρον [+], Ἐξήγησιν τοῦ Τυραννίωνος [+] μερισμοῦ, Διόρθωσιν Ὁμηρικήν [+], Ὀρθογραφίαν. | ] |
| phi | 567 | [ | Φολουΐα, Ἀντωνίου γυνή. αὕτη Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτύσαι· τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι· πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν’ , ὅθεν κατ’ αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: