Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Publius Cornelius Scipio Africanus (Scipio Africanus) - urn:cts:greekLit:tlg2163

Place of birth (Wikidata Statement)

Ancient Rome (Wikidata)

Place of death (Wikidata Statement)

Liternum (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

genealogist (Wikidata)

military leader (Wikidata)

alpha 3167[ Ἀπήνη· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τ ἄλλα τὰ πρὸς θυσίαν ἀργυρᾶ πάντα καὶ χρυσᾶ συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους Αἰμιλίᾳ, τῇ τοῦ Σκιπίωνος γαμετῇ. ]
alpha 3571[ Ἀποσφαλμήσας: ἀποπηδήσας, ἀποσκιρτήσας. Πολύβιος· ὁ δὲ ἵππος ἀπὸ τῆς πληγῆς ἀποσφαλμήσας ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ στρατοπέδου. ἢ ἀντὶ τοῦ σφαλείς. καὶ ἀλλαχοῦ· ὁ δὲ ἵππος ὁ τοῦ Σκιπίωνος ἐδυσχρήστησε μὲν ἀπὸ τῆς πλῆγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε. διόπερ ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων. Πολύβιος. ]
alpha 4648[ Ἀφρικανός· Kαρχηδὼν, ἡ καὶ Ἀφρικὴ καὶ Βύρσα λεγομένη, μετὰ τὸν πρῶτον ἀνοικισμὸν κρατήσασα ἔτη ψ τῶν περιοίκων Λιβύων ἀνῄρητο. Σκιπίων δὲ αὐτὴν Σκιπίωνι τῷ Ἀφρικανῷ πάππῳ λαβὼν ἐπίκλην Ἀφρικανὸς τὸ ἐντεῦθεν διά τε τὴν ἀρετὴν καὶ τὸ τῶν κατορθωμάτων ὁμοιότροπον ἐπωνομάσθη. ]
alphaiota 198[ Αἰμιλία, Σκιπίωνος τοῦ μεγάλου γυνή· ᾗ συνέβαινε μεγαλοπρεπῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τ ἄλλα τὰ πρὸς θυσίαν ἀργυρᾶ καὶ χρυσᾶ πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην δὴ τὴν περικοπὴν ἅπασαν( τουτέστι τὴν ὕπαρξιν) εὐθέως μετὰ τὸν Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη πολλοῖς χρόνοις, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεωκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν. ]
chi 505[ Χρησμός· ζήτει ἐν τῷ Τυρταῖος, καὶ ζήτει ἐν τῷ ἀνεῖλε, καὶ ζήτει ἐν τῷ Θοῦλις, καὶ ζήτει ἐν τῷ Αὔγουστος Καῖσαρ. καὶ ζήτει τὸ τέλος τοῦ τοιούτου χρησμοῦ ἐν τῷ Σκηπίων. ζήτει χρησμὸν θαυμάσιον ἐν τῷ δαφίδας. ζήτει χρησμὸν περὶ ἔρωτος ἐν τῷ Διογένης. ζήτει χρησμὸν περὶ Αἰγιέων ἐν τῷ Αἰγιεῖς. ζήτει χρησμὸν καὶ ἐν τῷ Οἰδίπους. ]
epsilon 1348[ Ἔννιος, Ῥωμαῖος ποιητής· ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα, καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος. ]
epsilon 1363[ Ἔνθους· τεθεοφορημένος, ἐνθουσιῶν. συναλοιφὴ δὲ τοῦ ἔνθεος. Ἀππιανός· ὁ δὲ Σκιπίων καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα διαθεὶς ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. τουτέστι θεόληπτος. ]
epsilon 2794[ Ἐπόθησεν· ἠβουλήθη, ἠθέλησεν. ὁ δὲ Σκιπίων διὰ τῶν σὺν ἑαυτῷ πεζῶν ἐπόθησε τὴν ἱππέας ἀποφῆναι. ]
epsilon 3174[ Ἐσωματοποίει· ἔπλαττε. Πολύβιος· ὡσανεὶ καὶ τὸ αὐτόματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος [+] πράξεις, ὥστ’ ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας. ]
epsilon 3265[ Ἑταίρα· φίλη, πόρνη. ὅτι Σκιπίων ἑταίρας καὶ θύτας καὶ μάντεις ἐξήλαυνε τοῦ στρατοπέδου, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶται περιδεεῖς γεγονότες ἐχρῶντο. ]
kappa 1113[ Κάτων, στρατηγὸς Ῥωμαίων· ὃς νέος μὲν ἦν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένην, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γενέσθαι Δημοσθένην. λέγεται Κάτωνα τὸν πρεσβύτην, ἐρομένου τινός, ἣν ἔχοι γνώμην περὶ τῶν ἐν Καρχηδόνι πραγμάτων καὶ περὶ τοῦ Σκιπίωνος, εἰπεῖν· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. ]
pi 2053[ Πόπλιος· οὗτος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν, παρὰ δὲ τῷ συνεδρίῳ πίστιν, ὥστε ἐν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλλομένου κατὰ τὰ Ῥωμαίων ἔθη, καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ Ῥωμαίων δήμῳ οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι’ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. ]
pi 2054[ Πόπλιος· περὶ τούτου τοῦ στρατηγοῦ ζητοῦσί τινες, τίνι τρόπῳ ἐγένετο ἐπιφανέστατος, ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθείς. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ τῷ αὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, νομίζοντες ὡσανεὶ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες, ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων. καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, τὸ δὲ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχειν τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. ἐμοὶ δοκεῖ Πόπλιος, φησὶν ὁ Πολύβιος, Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ παντὰ προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην τῇ πατρίδι περιποιῆσαι δυναστείαν· ἀλλ’ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς τῶν θεῶν ἐλπίδος, Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, Πόπλιος δὲ παραπλησίως ὡς μετὰ τῆς θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολὰς εὐθαρσεστέρους παρεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. καὶ μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε καὶ πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ. ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος, ὁμολογεῖται, διότι δ’ ἀγχίνους καὶ νήπτης, τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐδεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑποστὰς αὐτοῦ τὴν φύσιν. ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ δόξαν ἐργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπ’ ἐκείνου πεπραγμένοις. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήσεως ἀμοιβῆς δεξιῶς γενομένης, ὑπὸ Ῥωμαίων ἐδόθη στέφανος ἀγρώστεως χλωρᾶς. ὅτι ποτὲ νεανίσκοι τινες τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἂν ἥδιον ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ’ ὑπάρχων οὐδ’ ὁποίαν ἧττον, τοῦτ’ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἐμπόδια τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ’ ἂν προαιρῆται τῶν πολιτῶν. δι’ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν εἰργάζετο τοῖς ὑποταττομένοις. ]
pi 2055[ Πόπλιος Σκιπίων, Λευκίου κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονέστατος τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ’ ὠνησάμενος οὔτ’ ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος, οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον. τοῦτο ἀναμφισβήτητον παρὰ Ῥωμαίοις. ]
rho 23[ Ῥᾳθυμεῖν· οὐχ ὡς ἡμεῖς φαμεν τὸ τοῖς ἀφροδισίοις σχολάζειν, ἀλλὰ ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν· παρὰ τὸ τὰ ῥᾷστα τῷ θυμῷ διδόναι. Πολύβιος· πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη, ὅτι τοιαύτας ἔχουσι τὰς διαλήψεις. ]
sigma 577[ Σκηπίων. ὅτι Σκηπίων ὁ Ῥωμαίων στρατηγὸς πρὸς Ἀννίβαν τὸν Καρχηδονίων στρατηγὸν ἐποιεῖτο συμβάσεις. ἦν δὲ δὴ συνελθόντων ἰδεῖν τὸν μὲν Σκηπίωνα ἐκπρεπῆ τε τὸ σῶμα καὶ ὑψηλόφρονα καὶ πρὸς τὸ χαρίεν μᾶλλον ἢ φοβερὸν πεφυκότα· Ἀννίβᾳ δὲ κάλλος καταπληκτικὸν ἦν τῷ δεινῷ τε καὶ συνεστραμμένῳ τοῦ προσώπου μεμιγμένον. οὐ συμβαινόντων δὲ ἐπὶ τοῖς εἰρημένοις· ἀλλὰ τάχος συμπίπτειν τοῖς Ῥωμαίοις διεκελεύοντο. ὅτι ἄνδρες τινὲς Καρχηδονίων ἐπὶ κατασκοπῇ τῶν ἐναντίων σταλέντες ὑπὸ Ἀννίβου τοῖς Ῥωμαίοις περιπίπτουσιν· οὓς ἀχθέντας ὡς αὐτὸν ὁ Πόπλιος κακὸν μὲν οὐδὲν εἰργάσατο, περινοστῆσαι δὲ κελεύει τὸ στρατόπεδον καὶ δεῖπνον ἑλομένους ἀποχωρεῖν σῴους, ἀπαγγελοῦντας Ἀννίβᾳ τὰ περὶ τὴν στρατιὰν ὡς ἔχοι Ῥωμαίοις. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License