Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Callisthenes (Callisthenes) - urn:cts:greekLit:tlg0534

Place of birth (Wikidata Statement)

Olynthus (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Olynthus (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

Author (Wikidata)

Works

urn:cts:greekLit:tlg0534.suda001

alpha 1827[ Ἄναγκαῖον: οὕτως καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆς ἀνάγκης ἐστὶ συμβόλαιον. οἱ δὲ πρὸς ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι’ ἀνάγκας. Ἰσαῖος δὲ ἀναγκαῖον τὸ δεσμωτήριον καλεῖ. Καλλισθένης δὲ ἀνωγαίων εἶπε καὶ οὕτως δεῖ μᾶλλον λέγεσθαι. Ἀναγκαῖόν ἐστιν, ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δὲ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐστιν, ὃ καὶ ἀληθές ἐστι καὶ ψεῦδος οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημόκριτος Ἀβδηρίτης φησί, μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μηδὲν ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δὲ ἐν τῷ ὅλῳ δινουμένας καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ συστήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ στερρότητα. πάντα δὲ κατὰ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας τῆς γενέσεως οὔσης πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰς τὸ εἶναι ἢ ἐξ ἀνάγκης εἶναι, ὡς τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐστίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔστι γὰρ ἐν τούτοις οὕτως καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεσθαι ἢ μή. ]
alpha 2042[ Ἀναρᾶσθαι: ἀντὶ τοῦ διαλύειν τὴν γενομένην ἀράν. οὕτως Καλλισθένης. ]
alpha 2582[ Ἀνώγεων: οἴκημα. Ἀνώγειον δέ. ὅτι Καλλισθένης τὸ δεσμωτήριον ἀνώγεων εἶπεν. Ἀνάγαιον καὶ Κατάγαιον διὰ διφθόγγου καὶ ο μικροῦ. τὸ δὲ ἀνώγεων καὶ κατώγεων εἰ τάχα καὶ οἱ κανόνες διὰ τοῦ ω μεγάλου καὶ< ε> ψιλοῦ γράφουσιν, ἀλλ’ οὖν ὁ τῶν λέξεων θηρατὴς καὶ τῶν τούτων ἀντιστοίχω ἀκριβὴς ὀρθογράφος Καπνογένειος ὁ Μαΐστωρ διὰ τοῦ ε ψιλοῦ καὶ o μικροῦ ἐξέδοτο ταῦτα γράφεσθαι. τὸ δὲ μεσόγαιον μόνον διὰ διφθόγγου εἴασεν· ἐπειδὴ εὕρηται μεσογεία γῆ καὶ μεσόγειος γῆ. ]
beta 364[ Βόθυνος: τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. ]
kappa 240[ Καλλισθένης, Δημοτίμου, οἱ δὲ Καλλισθένους· Ὀλύνθιος, μαθητὴς Ἀριστοτέλους καὶ ἀνεψιαδοῦς· ὃν ἔδωκεν ἕπεσθαι Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὁ δ’ ἐν γαλεάγρᾳ σιδηρᾷ βαλὼν ἀνεῖλεν ἅμα Νεάρχῳ τῷ τραγικῷ, διότι συνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων καλεῖσθαι δεσπότης. τινὲς δὲ αὐτὸν ὡς ἐπιβουλεύοντα Ἀλεξάνδρῳ ἀνῃρῆσθαί φασιν ἅμα Νεάρχῳ. εὐφυὴς πρὸς τὸ αὐτοσχεδιάζειν καὶ ῥύμῃ πολλῇ φέρεσθαι. καὶ φέρεται λόγος, ὡς ὁ Καλλισθένης ὑπὸ φθειρῶν ὑπερβλύσεως καὶ ἐκβράσεως τὸν βίον καταστρέφει. καὶ μαρτυρεῖ ὁ ἴαμβος οὗτος· καὶ φθειριῶσαν, ὡς ὁ πρὶν Καλλισθένης. περὶ τῆς ἰατρικῆς τέχνης λέγων, ὡς ἠμέλητο πάνυ. ]
nu 218[ ΝεοφρῶνΝεοφῶν, Σικυώνιος, τραγικός· οὗ φασιν εἶναι τὴν τοῦ Εὐριπίδου Μήδειαν [+]· ὃς πρῶτος εἰσήγαγε παιδαγωγοὺς καὶ οἰκετῶν βάσανον. ἐδίδαξε δὲ τραγῳδίας ρκʹ. συνῆν δὲ τὰ μετὰ ταῦτα Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ διότι φίλος ἦν Καλλισθένει τῷ φιλοσόφῳ, σὺν ἐκείνῳ καὶ αὐτὸν ἀνεῖλεν αἰκισμοῖς. ]
sigma 122[ Σαρδαναπάλους ἐν βʹ Περσικῶν δύο φησὶ γεγονέναι Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνῳ δ’ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτ’ ἐπιγέγραπται· Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πίνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια. τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὼς τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὥστ’ ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταυτὸ καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸς Ταρσῷ ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον. καὶ παροιμία· καταγηράσαις Τιθωνοῦ βαθύτερον, Κινύρου πλουσιώτερος καὶ Σαρδαναπάλου τρυφηλότερος, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοὶ πληρωθῇ, δὶς παῖδες οἱ γέροντες. ἐπὶ τῶν ὑπεργήρων· ὁ γὰρ Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος εἰς τέττιγα μετέβαλε· Κινύρας δέ, ἀπόγονος Φαρνάκου βασιλέως Κυπρίων, πλούτῳ διαφέρων· Σαρδανάπαλος δέ, Ἀσσυρίων βασιλεύς, ὃς ἐπ’ ἀκολασίᾳ καὶ τρυφῇ διαβιοὺς κατέλυσε τὴν ἰδίαν ἀρχήν. ὁ δὲ Σαρδανάπαλος οὗτος υἱὸς ἦν Ἀνακυνδαράξου, βασιλέως Νίνου, Περσικῆς χώρας· ὃς ἐν μιᾷ ἡμέρᾳ Ταρσὸν καὶ Ἀγχιάλην ἔκτισε. φασὶ δὲ αὐτὸν αἰσχρῶς καλλωπίζεσθαι τοῖς τε οἰκείοις μὴ ὁρᾶσθαι, εἰ μὴ εὐνούχοις καὶ κόραις. πεπυρπολημένος δὲ τῷ οἴνῳ, ἔνδον εὑρεθεὶς ἀπέθανε. γράφει δὲ ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασι τό, Σαρδανάπαλος Ἀνακυνδαράξου παῖς, καὶ τὰ ἑξῆς. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License