Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Theopompus (Theopompus) - urn:cts:greekLit:tlg0513

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

playwright (Wikidata)

comedy writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0513.suda001 - Theseus
urn:cts:greekLit:tlg0513.suda002
urn:cts:greekLit:tlg0513.suda003

alpha 103[ Ἀβυρτάκη: ὑπότριμμα βαρβαρικὸν, κατασκευαζόμενον διὰ πράσων καὶ καρδάμων καὶ ῥόας κόκκων καὶ ἑτέρων τοιούτων, δριμὺ δηλονότι. Θεόπομπος Θησεῖ· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη. ἐστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔ νομα. ]
alpha 2361[ Ἄνεχε: ἀντὶ τοῦ πάρεχε. Θεόπομπος. ἄνεχέ μοι τὴν χεῖρα. ]
alpha 2507[ Ἀνθήλιος: ἡ σελήνη· καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας· ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος. σημαίνει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ Ἀνθήλια καλεῖται. ]
alpha 4355[ Ἄττιν, οὐχὶ Ἄττια. Δημοσθένης· κατάρχεις τοῖς Σάβοις· Ἄττις Ὕις, Ἄττις. Θεόπομπος Καπηλίσι· κολάσομαί γ’ ἔσω καὶ τὸν σὸν Ἄττιν. ]
theta 171[ Θεόπομπος, Θεοδέκτου ἢ Θεοδώρου, Ἀθηναῖος, κωμικός. ἐδίδαξε δράματα κδʹ. ἔστι δὲ τῆς ἀρχαίας κωμῳδίας κατὰ Ἀριστοφάνην. δράματα δὲ αὐτοῦ εἰσὶ καὶ ἄλλα πολλά. ὅτι Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής. φθόῃ γοῦν Θεόπομπον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο καὶ κωμῳδίαις αὖθις διδάσκειν ἐπῆρεν, ὁλόκληρόν τε καὶ σῷν καὶ ἀρτεμῆ ἐργασάμενος. καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου· πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος· Τισαμενοῦ γὰρ ἦν υἱός· εἴδωλον Παρίας λίθου. καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργὲς κλίνη καὶ αὐτὴ λίθου. ἐπ' αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου φάσμα, χειρουργίᾳ φιλοτέχνῳ· παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος. τί δὲ ἄρα νοεῖ ὁ παῖς; ἐγὼ συνίημι, τοῦ φιλοπαίστην ποιητὴν ὑποδηλοῦν. γελᾷ γὰρ καὶ τῆς κωμῳδίας τὸ ἴδιον διὰ συμβόλων αἰνίττεται. εἰ δὲ ἄλλος νοεῖ ἑτέρως, κρατείτω τῆς ἑαυτοῦ γνώμης, ἐμὲ δὲ μὴ ἐνοχλείτω. ]
kappa 713[ Καταπλήξ· ὁ συνεχῶς πεπληγμένος. Θεόπομπος· ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει, ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην. ]
kappa 878[ Καταχύσματα· ἔθος ἦν παρ’ Ἀθηναίοις τῶν νεωνήτων δούλων τῶν πρώτως εἰσιόντων εἰς τὴν οἰκίαν, ἢ ἁπλῶς τῶν ἐφ’ ὧν οἰωνίσασθαί τι ἀγαθὸν ἐβούλοντο, καὶ τοῦ νυμφίου παρὰ τὴν ἑστίαν τραγήματα κατέχεον εἰς σημεῖον εὐετηρίας· ὡς καὶ Θεόπομπός φησιν ἐν Ἡδυχάρει· φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου, καὶ τῆς κόρης. εὖ πάνυ λέγεις. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων καὶ ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. Ἀριστοφάνης Πλούτῳ· ἰοῦσ’ εἴσω κομίσω τὰ καταχύσματα ὥσπερ νεωνήτοισιν ἄνδρασιν. ]
lambda 674[ Λοπάς· παρὰ Συρακουσίοις τὸ τήγανον· παρὰ δὲ Θεοπόμπῳ ἡ σορός, καὶ παρὰ τοῖς κωμικοῖς. καλεῖται δὲ οὕτω καὶ ὁ ἐν τῇ Ἑλλάδι γινόμενος λίθος. Ἀριστοφάνης· ἐγὼ μὲν οὖν ἂν ὀρνίθων γάλα ἀντὶ βίου λάβοιμ’ ἄν, οὗ με νῦν ἀποστερεῖς. οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλυσιν, ἀλλ’ ἥδιον ἂν δικίδιον μικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License