Cinesias) - urn:cts:greekLit:tlg0375Athens (Wikidata)
poet (Wikidata)
dithyrambic poet (Wikidata)
writer (Wikidata)
| kappa | 822 | [ | Κατατιλᾷ· ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοις χοροῖσιν ὑπᾴδων. κατετίλησε γὰρ τῶν τῆς Ἑκάτης μυστηρίων. τοῦτο δὲ εἰς Κινησίαν τὸν διθυραμβοποιὸν ἀποσκώπτει· οὗτος γὰρ ᾄδων κατετίλησε τῆς Ἑκάτης· ἢ ὅτι εἰσήνεγκε δρᾶμα καὶ κατετίλησεν αὐτήν· ἢ ἐπειδὴ ἠρυφίασε ποίημα γράψας εἰς Ἑκάτην. ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ’ ἀποτρώγει. κατατιλᾶ τῶν τῆς Ἑκάτης μυστηρίων. | ] |
| kappa | 1639 | [ | Κινησίας· ὄνομα κύριον. οὗτος ἐπ’ ἀσεβείᾳ καὶ παρανομίᾳ διετεθρύλλητο. ἦν δὲ διθυραμβοποιός. | ] |
| kappa | 2647 | [ | Κυκλίων τε χορῶν ᾀσματοκάμπας· Ἀριστοφάνης Νεφέλαις. οἱ παλαιοὶ διαφορὰν τῆς μουσικῆς ἡγοῦντο εἶναι τοὺς διθυράμβους. καὶ καθάπτεται αὐτῶν λέγων, εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτο ἢ κάμψειέ τινα καμπήν, οἵας οἱ νῦν ταύτας τὰς δυσκολοκάμπους, ἐπετρίβετο τυπτόμενος πολλάς, ὡς τὰς μούσας ἀφανίζων. καὶ Καλλίμαχος δὲ πρὸς αὐτοὺς ἀποτεινόμενος οὕτω πως αὐτῶν καθάπτεται· νόθαι δ’ ἤνθησαν ἀοιδαί. ἢ τοὺς περὶ Κινησίαν καὶ Κλεομένην καὶ Φιλόξενον αἰνίττεται, ὄντας διθυραμβοποιούς. σοφιστὰς δὲ εἶναι βούλεται καὶ τοὺς διθυραμβοποιούς· τῶν γὰρ κυκλίων χορῶν ἦσαν οὗτοι διδάσκαλοι. διὰ δὲ τὸ ἁρμονίᾳ μὴ ὑποπίπτειν αὐτῶν τὰ συγγράμματα, καμπὰς ἔχουσι πλείονας, ἃς οἱ μουσικοὶ καλοῦσι στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδούς. διὸ καὶ ἐν ταῖς τραγῳδίαις συνειστήκει τὰ χορικά. | ] |
| lambda | 264 | [ | Λεώκριτος. εἴ τις πτερώσας Λεώκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα. ὡς λεπτὸς ὢν σφόδρα ὁ Κινησίας κωμῳδεῖται καὶ ὡς ξένος καὶ ὡς κόλαξ. ἐμνήσθη δὲ τῶν δύο ὡς ὁμοφρονούντων. ἢ ὅτι ὁ Κινησίας λεπτὸς ἦν, ὁ δὲ Λεώκριτος μοχθηρός. φησὶν οὖν, ὅτι, εἰ τις ἀντὶ πτερῶν Λεωκρίτῳ Κινησίαν περιβάλοι, ὥστε φέρεσθαι μεταρσίους, συμβήσεται αὐτοὺς ὀλέσθαι ἀεροφορήτους γενομένους. | ] |
| lambda | 278 | [ | Λεωτροφίδης· οὗτος χλωρὸς ἦν καὶ λεπτός, ὡς ἐοικέναι ὄρνιθι, ὡς Κινησίας τῶν σφόδρα λεπτῶν· καὶ κοῦφος ἦν διθυραμβοποιὸς ὁ Λεωτροφίδης. Ἕρμιππος· ἀνάπηρά σοι θύουσι βοΐδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμαντίδος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: