Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Terpander (Terpander) - urn:cts:greekLit:tlg0299

Places of birth (Wikidata Statement)

Antissa (Wikidata)

Arne (Wikidata) (Pleiades)

Cyme (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Sparta (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Methymna (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

musician (Wikidata)

writer (Wikidata)

athlete (Wikidata)

Works

urn:cts:greekLit:tlg0299.suda001

alpha 1700[ Ἀμφιανακτίζειν: τὸ προοιμιάζειν. διὰ τὸ οὕτω προοιμιάζεσθαι. Περίανδρος· ἀμφί μοι αὖτις ἄνακτα. καὶ Ἀριστοφάνης Νεφέλαις· ἀμφί μοι αὖτε Φοῖβε ἄναξ Δήλιε. Ἀμφιάνακτας ἔλεγον καὶ τοὺς διθυραμβοποιούς· συνεχῶς γὰρ ἐκεῖνοι ταύτῃ ἐχρῶντο τῇ λέξει. ]
alpha 1701[ Ἀμφιανακτίζειν: ᾄδειν τὸν Τερπάνδρου νόμον, τὸν καλούμενον Ὄρθιον, ὃ αὐτῷ προοίμιον ταύτην τὴν ἀρχὴν εἶχεν· ἀμφί μοι αὐτὸν ἄνακτ’ ἑκατηβόλον ἀοιδέτω φρήν. ἔστι δὲ καὶ ἐν Εὐναίᾳ καὶ ἐν Ἀναγύρῳ. ]
gamma 315[ Γλυκὺ μέλι καὶ πνιξάτω: Τερπάνδρου ᾄδοντος καὶ κεχηνότος πρὸς τὴν ᾠδὴν, ἐμβαλών τις εἰς τὸν φάρυγγα σῦκον ἀπέπνιξε. ]
mu 701[ Μετὰ Λέσβιον ᾠδόν· παροιμία λεγομένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων· οἱ γὰρ Λακεδαιμόνιοι τοὺς Λεσβίους κιθαρῳδοὺς πρώτους προσεκαλοῦντο· ἀκαταστατούσης γὰρ τῆς πόλεως αὐτῶν χρησμὸς ἐγένετο τὸν Λέσβιον ᾠδὸν μεταπέμπεσθαι· οἱ δ’ ἐξ Ἀντίσσης Τέρπανδρον ἐφ’ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. ὅτι οἱ Λακεδαιμόνιοι στασιάζοντες μετεπέμψαντο ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον, ὃς ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἔλεγον μετὰ Λέσβιον ᾠδόν. ]
mu 1279[ Μόσχος ᾄδων Βοιώτιον· Μόσχος φαῦλος κιθαρῳδὸς πολλὰ ἀπνευστὶ ᾄδων. τὸ δὲ Βοιώτιον οὕτω καλούμενον εὗρε Τέρπανδρος, ὥσπερ καὶ ὁ Φρύγιος. ]
nu 478[ Νόμος· ὁ κιθαρῳδικὸς τρόπος τῆς μελῳδίας, ἁρμονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον. ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου, ὧν εἷς ὄρθιος, τετράδιος, ὀξύς. Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τῇ λέξει, καὶ Ῥωμαῖοι παρατρέψαντες νοῦμμον λέγουσιν. Ἀττικοὶ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτῳ. καὶ τὸ δίκαιον ἔγγραφον. ὅτι Δαρεῖος εἶχε νόμον, τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν. ]
omicron 575[ Ὄρθιον νόμον καὶ τροχαῖον· τοὺς δύο νόμους ἀπὸ τῶν ῥυθμῶν ὠνόμασε Τέρπανδρος. ἀνατεταμένοι δ’ ἦσαν καὶ εὔτονοι. Ὅμηρος· ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσιν. ]
phi 761[ Φρῦνις, κιθαρῳδός, Μιτυληναῖος· ὃς ἐδόκει πρῶτος κιθαρίσαι παρ’ Ἀθηναίοις καὶ νικῆσαι Παναθήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείδου μαθητής. ὁ δὲ Ἀριστοκλείδης τὸ γένος ἦν ἀπὸ Τερπάνδρου· ἤκμασε δὲ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά, εὐδόκιμος κιθαριστής. παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα κιθαρίζειν ἐδίδαξεν. Ἴστρος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μελοποιοῖς τὸν Φρῦνιν Λέσβιόν φησι, Κάνωπος υἱόν· τοῦτον δὲ Ἱέρωνος τοῦ τυράννου μάγειρον ὄντα δοθῆναι σὺν ἄλλοις πολλοῖς Ἀριστοκλείδῃ. ταῦτα δὲ σχεδίοις ἔοικεν εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἐσιώπων οἱ κωμικοί, πολλάκις αὐτοῦ μεμνημένοι ἐφ’ οἷς ἐκαινούργησε, κατακλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον. ]
tau 354[ Τέρπανδρος, Ἀρναῖος, ἢ Λέσβιος ἀπὸ Ἀντίσσης, ἢ Κυμαῖος· οἱ δὲ καὶ ἀπόγονον Ἡσιόδου ἀνέγραψαν, ἄλλοι δὲ Ὁμήρου, Βοίου λέγοντες αὐτὸν τοῦ Φωκέως, τοῦ Εὐρυφῶντος, τοῦ Ὁμήρου· λυρικός· ὃς πρῶτος ἑπτὰ χορδῶν ἐποίησε τὴν λύραν καὶ νόμους λυρικοὺς πρῶτος ἔγραψεν· εἰ καί τινες Φιλάμμωνα θέλουσι γεγραφέναι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License