Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Leo I Imperator (Leo I) - urn:cts:greekLit:lagl0689

Places of birth (Wikidata Statement)

Dacia (Wikidata) (Pleiades)

Thrace (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

delta 1208[ Διοσκόριος, Μυραῖος, γραμματικός, ὕπαρχος πόλεως καὶ πραιτωρίων, ὁ διδάξας τὰς θυγατέρας Λέοντος τοῦ βασιλέως ἐν Βυζαντίῳ. ]
zeta 83[ Ζήνων, βασιλεὺς Ῥωμαίων, τὴν μὲν ὠμότητα, ᾗ ἐκέχρητο Λέων, ἐν τῇ φύσει οὐκ εἶχεν. οὐδὲ τὸ θυμούμενον ἀπαραίτητον αὐτῷ καθειστήκει ἐσάπαξ, οἷον τοῦ Λέοντος διέμενε. καὶ τήν γε προαίρεσιν ἐν πολλοῖς εἶχε φιλότιμον· καὶ ἃ ἔπραττε δόξης ἕνεκεν καὶ τοῦ θαυμάζεσθαι ἔπραττεν, ἐπιδεικτικῶς μᾶλλον ἢ ἀληθῶς. οὐ μὴν οὔτε ἔμπειρος τῶν πραγμάτων ἦν οὔτε εἶχεν ἐπιστήμην, δι’ ἧς ἔστιν ἀσφαλῶς τὰς βασιλείας ἰθύνεσθαι. πρὸς δὲ κέρδος καὶ λῆμμα οὐχ οὕτω μὲν ἐμμανῶς ὡς ὁ Λέων διέκειτο· οὐδὲ ἔπλαττε μὴ ὄντα τοῖς κεκτημένοις ἐγκλήματα· οὐ μὴν οὐδὲ παντελῶς κρείττων ὑπῆρχε τοῦ πράγματος. καὶ χρηστῆς ἂν βασιλείας ἔτυχον Ῥωμαῖοι, εἰ μὴ Σεβαστιανὸς ὁ τότε παραδυναστεύων ἦγεν αὐτὸν ἐς ὅπη ἐβούλετο, καπηλεύων ὥσπερ ἐξ ἀγορᾶς ἅπαντα καὶ μηδὲν ἄπρατον ἐῶν ἐν τῇ βασιλέως αὐλῇ διαπράττεσθαι. ἀλλὰ τὰς μὲν ἀρχὰς ἀπεδίδοτο πάσας, ἰδίᾳ μὲν ἑαυτῷ, ἰδίᾳ δὲ λαμβάνων τῷ βασιλεῖ τὰ τιμήματα. καὶ εἰ προσῆλθεν ἕτερος βραχύ τι προστιθείς, ἐκεῖνος ἦν αἱρετώτερος. τῶν δὲ ἐν τοῖς ἀρχείοις γινομένων ἁπάντων οὐδὲν ἦν, ὃ μὴ λαβὼν ἀπεπίπρασκεν. εἰ δέ τινα ἀρχὴν τῶν περὶ αὐτὸν ὄντων ἐχαρίσατο Ζήνων, ὥσπερ πολιτοκάπηλος αὐτὸς ταύτην ὀλίγου παρ’ ἐκείνου λαμβάνων, ἄλλοις παρεῖχε τοῦ πλείονος, Ζήνωνι δὲ τὰ κλέμματα παρέχων. ]
iota 12[ Ἰάκωβος, Ἡσυχίου υἱὸς ἰατροῦ, ὁ ἐπικληθεὶς Ψύχριστος, ἐκ τοῦ ἐξάρχου Δαμασκηνοῦ. εἰς Ῥόδον δὲ γενομένου τοῦ πατρός, εἶτα εἰς Δρέπανον τὸ ἐν Ἄργει, ἐλθόντος κἀκεῖ γήμαντος τὴν ἐξ αὐτοῦ τεκοῦσαν τὸν Ἰάκωβον, καταλιπόντος δὲ τήν τε γαμετὴν καὶ τὸν παῖδα καὶ ἐκδημήσαντος ἐπὶ ἔτη ιθʹ εἴς τε Ἀλεξάνδρειαν καὶ Ἰταλίαν καὶ οὐδὲ περιεῖναι δοκοῦντος· ὅθεν γαμεῖται μὲν ἡ Ἰακώβου μήτηρ δευτέρῳ ἀνδρί. καὶ παίδων αὐτῇ γενομένων δύο καὶ θηλείας, τελευτᾷ τὸν βίον ὁ γαμήσας αὐτήν. ἐπάνεισι δὲ Ἡσύχιος ἐν Κωνσταντινουπόλει· ὅπερ γνοὺς Ἰάκωβος ἦλθε πρὸς αὐτόν· καὶ τότε παιδείας ἤρξατο καὶ ἰάτρευσεν ἐν Κωνσταντινουπόλει ἐπὶ Λέοντος βασιλέως. ]
iota 368[ Ἴνδακος· ὄνομα κύριον. ἤκμαζε δὲ ἐπὶ Λέοντος τοῦ μετὰ Μαρκιανὸν βασιλέως, λαμπρὸς τὴν τόλμαν καὶ τοῖς ποσὶ χρήσασθαι δυνατώτατος, τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων, ταχύτητι ποδῶν διαφέρων. Εὐχίδου γὰρ καὶ Ἀσσάπου καὶ Χρυσομάζου καὶ Ἐχίονος καὶ εἴ τις ἕτερος ἐπὶ ποδῶν ὠκύτητι διεβοήθη, ὀξύτατος ἦν. οὗτος γὰρ ἐξεφαίνετο ὁδεύων καὶ ἠφανίζετο αὖθις, οἷά τις ἀστραπή, κατὰ κρημνῶν οὐ τρέχοντι μᾶλλον ἀλλὰ πετομένῳ ἐοικώς. ἣν γὰρ κέλευθον ἀνὴρ δι’ ἵππων ἀμοιβῆς αὐθημερὸν οὐκ ἔσθενε δρᾶσαι, τοῖς ἰδίοις αὐτὸν ποσὶν ἰσχυρίζοντο ἀναλγήτως διατρέχειν. ἀπὸ γὰρ τοῦ ἐρύματος Χέρεως διὰ μιᾶς ἐφοίτα ἐς τὴν Ἀντιόχειαν, καὶ πάλιν τῇ ἑξῆς ἐς τὸ ῥηθὲν εὑρίσκετο φρούριον· ἐκ δὲ τούτου αὖθις μὴ ἀναπαύλης δεόμενος διὰ μιᾶς ἡμέρας εἰς Νεάπολιν ἐγίνετο Ἰσαυρίας. ]
theta 530[ Θυάτειρα· ὄνομα τόπου. καὶ Θυατειρηνός, ὁ ἀπὸ τοῦ αὐτοῦ τόπου. ὅτι Διοσκόριος Μυραῖος, γραμματικός, ὕπαρχος ἦν πόλεως καὶ πραιτωρίων, ὁ διδάξας τὰς θυγατέρας Λέοντος τοῦ βασιλέως ἐν Βυζαντίῳ. ]
kappa 2776[ Κῦρος, Πανοπολίτης, ἐποποιός. γέγονεν ἐπὶ Θεοδοσίου τοῦ νέου βασιλέως, ὑφ’ οὗ καὶ ἔπαρχος πραιτωρίων καὶ ἔπαρχος πόλεως προεβλήθη· καὶ γέγονεν ἀπὸ ὑπάτων καὶ πατρίκιος. Εὐδοκία γὰρ ἡ Θεοδοσίου γαμετή, βασιλὶς οὖσα, ὑπερηγάσθη τὸν Κῦρον, φιλοεπὴς οὖσα. ἀλλὰ αὐτῆς ἀποστάσης τῶν βασιλείων καὶ εἰς ἀνατολὴν ἐν Ἱεροσολύμοις διατριβούσης, Κῦρος ἐπιβουλευθεὶς ἐπίσκοπος τῶν ἱερῶν γίνεται ἐν Κοτυαείῳ τῆς Φρυγίας καὶ παρέτεινε μέχρι Λέοντος τοῦ βασιλέως. οὗτος κτίζει τὸν νάον τῆς θεοτόκου τὸν λεγόμενον τὰ Κύρου. ]
lambda 165[ Λαχάρης, Λαχάρους, Ἀθηναῖος, σοφιστής· μαθητὴς Ἡρακλέωνος Ἀθηναίου, διδάσκαλος δὲ πλείστων, ἐνδόξων δὲ Εὐστεφίου καὶ Νικολάου καὶ Ἀστερίου· ἀκμάσας ἐπί τε Μαρκιανοῦ καὶ Λέοντος τῶν βασιλέων. ἔγραψε Περὶ κώλου καὶ κόμματος καὶ περιόδου, Διαλέξεις, Ἱστορίαν τὴν κατὰ Κορνοῦτον [+], Ἐκλογὰς ῥητορικὰς κατὰ στοιχεῖον. ὅτι ὁ Λαχάρης ὁ σοφιστὴς βραδύτερος μὲν ἦν πρὸς τοὺς λόγους, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν· πρὸς ἀρετὴν φιλόσοφος ἄξιος καλεῖσθαι μᾶλλον ἢ σοφιστής. ἐπεὶ καὶ ἄλλως θεοφιλὴς ἀνὴρ ἦν, ὅς γε τὰς ὄψεις ἀποβαλὼν πάλιν ἀνεκτήσατο. ]
lambda 267[ Λέων, βασιλεὺς Ῥωμαίων, ὁ Μακέλλης· ὃς ἔδοξε τῶν πρὸ αὐτοῦ βασιλέων ἁπάντων εὐτυχέστατος εἶναι καὶ φοβερὸς ἅπασι τοῖς τε ὑπ’ ἐκείνου τὴν βασιλείαν τελοῦσι καὶ τῶν βαρβάρων αὐτῶν, ὅσοις εἰς φήμην ἀφίκετο. καὶ ταύτην μὲν τοῖς πολλοῖς καταλέλοιπε δόξαν. ἐγὼ δέ, φησὶ Μάλχος, εὐτυχίαν οὐκ οἶμαι, εἴ τις τῶν ἀρχομένων τὰ ὄντα διασυλῶν καὶ μισθούμενος ἀεὶ συκοφάντας ἐς τοῦτο καὶ κατηγορῶν αὐτός, ὅτε μὴ ἄλλον ἀνηύρισκε, καὶ τὸν χρυσὸν ἐξ ἁπάσης τῆς γῆς συλλεξάμενος, ἑαυτῷ μόνῳ κατάθοιτο, ἐρήμους μὲν τὰς πόλεις ἧσπερ ἔμπροσθεν εἶχον εὐπορίας ποιήσας, ὡς μηκέτι τοὺς φόρους, οὓς ἐτέλουν, δύνασθαι μετ’ εὐχερείας ἀπενεγκεῖν. καὶ ἁπλῶς πάσης κακίας ἀπισχυρίζεται ὁ Μάλχος γενέσθαι αὐτὸν καταγώγιον. ὅς γε καὶ Ὑπερέχιον τὸν γραμματικὸν ἐφυγάδευσε καί ποτε καὶ τῷ Εὐλογίῳ τῷ φιλοσόφῳ σιτηρέσιον εἰπὼν δοθῆναι, τινὸς τῶν εὐνούχων λέγοντος, ὅτι ταῦτα εἰς στρατιώτας προσήκοι δαπανᾶσθαι, εἶπεν· εἴθε γένοιτο ἐπὶ τοῦ ἐμοῦ χρόνου, ὥστε τὰ τῶν στρατιωτῶν εἰς διδασκάλους παρέχεσθαι. ἐπὶ τῶν χρόνων αὐτοῦ Ἀκάκιος ἐγένετο πατριάρχης. ζήτει καὶ περὶ δαπάνης αὐτοῦ ἐν τῷ κεχειρικότες. ]
nu 394[ Νικόλαος, ῥήτωρ, γνώριμος Πλουτάρχου καὶ Πρόκλου( Πλουτάρχου δὲ λέγω τοῦ ἐπίκλην Νεστορίου). ἔγραψε προγυμνάσματα καὶ μελέτας ῥητορικὰς καὶ ἄλλα τινά. ἤκμαζεν ἐπὶ Λέοντος βασιλέως τοῦ πρεσβύτου καὶ ἕως Ζήνωνος καὶ Ἀναστασίου. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho, sigma, tau), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License